KJV Verses BezaeO Codex Bezae Cantabrigiensis, the original manuscript, 5th/6th century, from BibleWorks 10

Mat 1:1 
Mat 1:2 
Mat 1:3 
Mat 1:4 
Mat 1:5 
Mat 1:6 
Mat 1:7 
Mat 1:8 
Mat 1:9 
Mat 1:10 
Mat 1:11 
Mat 1:12 
Mat 1:13 
Mat 1:14 
Mat 1:15 
Mat 1:16 
Mat 1:17 
Mat 1:18 
Mat 1:19 
Mat 1:20 
Mat 1:21 
Mat 1:22 
Mat 1:23 
Mat 1:24 
Mat 1:25 και ουκ εγνω αυτην εως ου ετεκεν τον υιον αυτης τον πρωτοτοκον και εκαλεσεν το ονομα αυτου ιησουν
Mat 2:1 του δε ιησου γεννηθεντος εν βηθλεεμ της ιουδαιας εν ημεραις ηρωδους του βασιλεως ειδου μαγοι απο ανατολων παρεγενοντο εις ιεροσολυμα
Mat 2:2 λεγοντες που εστιν ο τεχθεις βασιλευς των ιουδαιω_ ειδομεν γαρ αυτου τον αστερα εν τη ανατολη και ηλθομεν προσκυνησαι αυτω
Mat 2:3 ακουσας δε ο βασιλευς ηρωδης εταραχθη κα ιεροσολυμα μετ αυτου
Mat 2:4 και συναγαγων παντας τους αρχιερεις και γραμματεις του λαου επυνθανετο που ο χριστος γενναται
Mat 2:5 οι δε ειπον αυτω εν βηθλεεμ της ιουδαιας ουτως γαρ γεγραπται δια του προφητου
Mat 2:6 και συ βηθλεεμ της ιουδαιας μη ελαχιστη ει εν τοις ηγεμοσιν ιουδα εκ ου γαρ εξελευσεται ηγουμενος οστις ποιμενει τον λαον μου τον ισραηλ
Mat 2:7 τοτε ηρωδης λαθρα καλεσας τους μαγους ηκρειβασεν παρ αυτων τον χρονον του φαινομενου αστερος
Mat 2:8 και πεμψας αυτους εις βεθλεεμ ειπεν αυτοις πορευθεντες εξετασαται ακρειβως περι του παιδιου οταν δε ευρητε επαγγειλαται μοι οπως καγω ελθων προσκυνησω αυτω
Mat 2:9 οι δε ακουσαν του βασιλεως επορευθησαν και ιδου ο αστηρ ον ειδον εν τη ανατολη προηγεν αυτους εως ελθων εσταθη επανω του παιδιου
Mat 2:10 ιδοντες δε τον αστερα εχαρησαν χαραν μεγαλην σφοδρα
Mat 2:11 και ελθοντες εις την οικειαν ειδον τον παιδα μετα μαριας της μητρος αυτου και πεσοντες προσεκυνησαν αυτω και ανοιξαντες τους θηνσαυρους αυτων προσηνεγκαν αυτω δωρα χρυσον και λιβανον και ζμυρναν
Mat 2:12 και χρηματισθεντες κατ οναρ μη ανακαμψαι προς ηρωδην δι αλλης οδου ανεχωρησαν εις την χωραν αυτων
Mat 2:13 [αυτ]ων δε αναχωρησαντων ειδου αγγελος κυριου φαινεται κατ οναρ τω ιωσηφ λεγων εγερθεις παραλαβε τον παιδα και την μητερα αυτου και φευγε εις αιγυπτον και εισθι εκει εως αν σοι ειπω μελλει γαρ ηρωδης ζητειν τον παιδα του απολεσαι αυτον
Mat 2:14 ο δε διεγερθεις παρελαβεν τον παιδα και την μητερα αυτου νυκτος και ανεχωρησεν εις αιγυπτον
Mat 2:15 και ην εκει εως της τελευτης ηρωδου ινα πληρωθη το ρηθεν υπο κυριου δια του προφητου λεγοντος εξ εγυπτου εκαλεσα τον υιον μου
Mat 2:16 τοτε ηρωδης ιδων οτι ενεπαιχθη υπο των μαγων εθυμωθη λειαν και αποστειλας ανειλεν παντας τους παιδας τους εν βεθλεαιμ και εν πασιν τοις οριοις αυτης απο διετειας και κατω κατα τον χρονον ον ηκρειβασεν παρα των μαγων
Mat 2:17 τοτε επληρωθη το ρηθεν υπο κυριου δια ηρεμιου του προφητου λεγοντος
Mat 2:18 φωνη εν ραμα ηκουσθη θρηνος και κλαυθμος και οδυρμος πολυς ραχηλ κλαιουσα τα τεκνα αυτης και ουκ ηθελησεν παρακληθηναι οτι ουκ εισι_
Mat 2:19 τελευτησαντος δε του ηρωδου ιδου αγγελος κυριου φαινεται κατ οναρ τω ιωσηφ εν αιγυπτω
Mat 2:20 λεγων εγερθεις παραλαβε τον παιδα και την μητερα αυτου και πορευου εις γην ισραηλ τεθνηκασιν γαρ οι ζητουντες την ψυχην του παιδιου
Mat 2:21 οδε διεγερθεις παρελαβεν τον παιδα και την μητερα αυτου και ηλθεν εις την ισραηλ
Mat 2:22 ακουσας δε οτι αρχιλαος βασιλευει επι της ιουδαιας αντι ηρωδου του πατρος αυτου εφηθη εκει απελθειν χρηματισθεις δε κατ οναρ ανεχωρησεν εις τα μερη της γαλιλαιας
Mat 2:23 και ελθων κατωκησεν εις πολιν λεγομενην ναζαρετ οπως πληρωθη το ρηθεν δια των προφητω_ οτι ναζωρεος κληθησεται
Mat 3:1 εν ταις ημεραις εκειναις παραγεινεται ιωαννης ο βαπτιστης κηρυσσων εν τη ερημω της ιουδαιας
Mat 3:2 και λεγων μετανοειτε ηνγικεν γαρ η βασιλια των ουρανων
Mat 3:3 ουτος γαρ εστιν ο ρηθεις δια ησαιου του προφητου λεγοντος φωνη βοωντος εν τη ερημω ετοιμασατε την οδον κυριου ευθειας ποιειτε τας τρειβους αυτου
Mat 3:4 αυτος δε ιωαννης ειχεν το ενδυμα αυτου απο τριχων καμηλλου και ζωνην δερματεινη_ περι την οσφυν αυτου η δε τροφη ην αυτου ακριδες και μελι αγριον
Mat 3:5 τοτε εξεπορευετο προς αυτον ιεροσολυμα και πασα η ιουδαια και πασα η περιχωρος του ιορδανου
Mat 3:6 και εβαπτιζοντο εν τω ιορδανη υπ αυτου εξομολογουμενοι τας αμαρτιας αυτων
Mat 3:7 ιδων δε πολλους των φαρισαιων και σαδδουκαιων ερχομενους επι το βαπτισμα αυτου ειπεν αυτοις γεννηματα εχιδνων τις υπεδειξεν υμειν φυγειν απο της μελλουσης οργης
Mat 3:8 ποιησαται ουν καρπον αξιον μετανοιας
Mat 3:9 και μη δοξηται λεγειν εν εαυτοις πατερα εχομεν τον αβρααμ λεγω γαρ υμιν οτι δυναται ο θεος εκ των λιθων τουτων εγειρε τεκνα τω αβρααμ
Mat 3:10 ηδη δ(η) η αξινη προς την ριζαν των δενδρων κιται παν ουν δενδρον μη ποιυυν καρπον καλον εκκοπτεται και εις πυρ βαλλεται
Mat 3:11 εγω μεν βαπτιζω υμας εν υδατι εις μετανοιαν ο δε οπισω μου ερχομενος ισχυροτερος μου εστιν ου ουκ ειμι ικανος τα υποδιματα βαστασαι αυτος υμας βαπτισει εν πνευματι αγιω και πυρι
Mat 3:12 ου το πτοιον εν τη χειρι αυτου και διακαθαριει την αλωνα αυτου και συναξει τον σιτον αυτου εις την αποθηκην το δε αχυρον κατακαυσι πυρι ασβεστω
Mat 3:13 τοτε παραγινεται ο ιησους απο της γαλιλαιας επι τον ιορδανην προς τον ιωαννην του βαπτισθηναι υπ αυτου
Mat 3:14 ο δε ιωαννης διεκωλιεν αυτον λεγων εγω χριαν εχω υπο συυ βαπτισθηναι και συ ερχη προς με
Mat 3:15 αποκριθεις δε ο ιησους ειπεν προς αυτον αφες αρτι ουτως γαρ πρεπον εστιν ημιν πληρωσαι πασαν δικαιοσυνην τοτε αφιησιν αυτον
Mat 3:16 και βαπτισθεις ο ιησους ευθυς ανεβη απο του υδατος και ιδου ανεωχθησαν αυτω οι ουρανοι και ιδεν το πνευμα του θεου καταβαινοντα εκ του ουρανου ως περιστεραν και ερχομενον εισ αυτον
Mat 3:17 και ιδου φωνη εκ των ουρανων λεγουσα προς αυτον συ ει ο υιος μου ο αγαπητος εν ω ευδοκησα
Mat 4:1 τοτε ο ιησους ανηχθη εις την ερημον υπο του πνευματος πειρασθηναι υπο του διαβολου
Mat 4:2 και νηστευσας ημερας 40 και τεσσαρακοντα νυκτας υστερον επεινασεν
Mat 4:3 και προσηλθεν αυτω ο πιραζων και ειπεν αυτω ει υιος ει του θεου ειπε ινα οι λιθοι ουτοι αρτοι γεν(ο_)ται
Mat 4:4 αποκριθεις δε ο ιησους ειπεν γεγραπται ουκ επ αρτω μονω ζησεται ο ανθρωπος αλλ εν παντι ρηματι θεου
Mat 4:5 τοτε παραλαμβανει αυτον ο διαβολος εις την αγιαν πολιν και εστησεν αυτον επι το πτερυγιον του ιερου
Mat 4:6 και λεγει αυτω ει υιος ει θεου βαλε σεαυτον κατω γεγραπται γαρ οτι τοις αγγελοις αυτου εντελειται περι σου και επει χειρων αιρουσιν σε μηποτε προσκοψης προς λιθον τον ποδα σου
Mat 4:7 εφη αυτω ο ιησους παλιν γεγραπται ου πειρασεις κυριον τον θεον σου
Mat 4:8 παλιν παραλαμβανει αυτον ο διαβολος εις ορος υψηλον λειαν και εδειξεν αυτω πασας τας βασιλειας του κοσμου και την δοξαν αυτων
Mat 4:9 και ειπεν αυτω ταυτα παντα σοι δωσω εαν πεσων προσκυνησης μοι
Mat 4:10 τοτε λεγει αυτω ο ιησους υπαγε οπισω μου σατανα γεγραπται γαρ κυριον τον θεον σου προσκυνησεις και αυτω μονω λατρευσεις
Mat 4:11 τοτε αφιησιν αυτον ο διαβολος και ιδου αγγελοι προσηλθον και διηκονουν αυτω
Mat 4:12 ακουσας δε οτι ιωαννης παρεδοθη ανεχωρησεν εις την γαλιλαιαν
Mat 4:13 και καταλειπων την ναζαρεθ ελθων κατοικησεν εις καφαρναουμ την παραθαλασσιον εν οριοις ζαβουλων και νεφθαλειμ
Mat 4:14 ινα πληρωθη το ρηθεν δια ησαιου του προφητου του λεγοντος
Mat 4:15 γη ζαβουλων και νεφθαλειν οδον θαλασσης περαν του ιορδανου γαλιλαιας των εθνων
Mat 4:16 ολαος ο καθημενος εν τη σκοτεια ειδον φως μεγαν οι καθημενοι εν χωρα σκεια θανατου φως ανετειλεν αυτοις
Mat 4:17 απο τοτε γαρ ηρξατο ιησους κηρυσσιν και λεγειν μετανοειτε ηνγικεν γαρ η βασιλεια των ουρανων
Mat 4:18 παραγων δε παρα την θαλασσαν της γαλιλαιας ειδεν δυο αδελφους σιμωνα τον λεγομενον πετρον και ανδρεαν τον αδελφον αυτου βαλλοντας αμφιβληστροσ εις την θαλασσα_ ησαν γαρ αλιεις
Mat 4:19 και λεγει αυτοις δευτε οπεισω μου και ποιησω υμας γενεσθαι αλιεις ανθρωπων
Mat 4:20 οι δε ευθεως αφεντες τα δικτυα ηκολουθησαν αυτω
Mat 4:21 και προβας εκειθεν ειδεν αλλους δυο αδελφους ιακωβον τον του ζεβεδαιου και ιωαννην τον αδελφον αυτου εν τω πλοιω μετα ζεβεδαιου του πατρος αυτω_ καταρτιζοντας τα δικτυα αυτων και εκαλεσεν αυτους
Mat 4:22 οι δε ευθεως αφεντες το πλοιον και τον πατερα αυτων ηκολουθησαν αυτω
Mat 4:23 και περιηγεν ο ιησους ολην την γαλιλαιαν διδασκων εν ταις συναγωγαις αυτων και κηρυσσων το ευαγγελιον της βασιλιας και θεραπευων πασαν νοσον και πασαν μαλακειαν εν τω λαω
Mat 4:24 και απηλθεν αυτου η ακοη εις ολην την συριαν και προσηνεγκαν αυτω παντας τους κακως εχοντας ποικειλαις νοσοις και βασανοις συνεχομενους και δαιμονιζομενους και σεληνιαζομενους και παραλυτικους και παντας εθεραπευσεν
Mat 4:25 και ηκολουθησαν αυτω οχλοι πολλοι απο της γαλειλαιας και δεκαπολεως και ιεροσολυμων και ιουδαιας και περαν του ιορδανου
Mat 5:1 ιδων δε τους οχλους ανεβη εις το ορος και καθισαντος αυτου προσηλθον αυτω οι μαθηται αυτου
Mat 5:2 και ανοιξας το στομα αυτου εδιδαξεν αυτους λεγων
Mat 5:3 μακαριοι οι πτωχοι πνευματι οτι αυτων εστιν η βασιλεια των ουρανων
Mat 5:4 μακαριοι οι πραεις οτι αυτοι κληρονομησουσιν την γην
Mat 5:5 μακαριοι οι πενθουντες οτι αυτοι παρακληθησονται
Mat 5:6 μακαριοι οι πεινωντες και διψωντες την δικαιοσυνη_ οτι αυτοι χορτασθησονται
Mat 5:7 μακαριοι οι ελεημονες οτι αυτοι ελεηθησονται
Mat 5:8 μακαριοι οι καθαροι τη καρδια οτι αυτοι τον θεον οψονται
Mat 5:9 μακαριοι οι ειρηνοποιοι οτι υιοι θεου κληθησονται
Mat 5:10 μακαριοι οι δεδιωγμενοι ενεκεν δικαιοσυνης οτι αυτων εστε η βασιλεια των ουρανων
Mat 5:11 μακαριοι εστε οταν διωξουσιν υμας και ονιδισουσιν και ειπωσιν καθ υμων παν πονηρον ενεκεν δικαιοσυνης
Mat 5:12 χαιρεται και αγαλλιασθαι οτι ο μισθος υμων πολυς εν τω ουρανω ουτως γαρ εδιωξαν τους προφητας τους προ υμων υπαρχοντων
Mat 5:13 υμεις εστε το αλα της γης εαν δε το αλας μωρανθη εν τινι αλισθησεται εις ουδεν ισχυει ει μη βληθηναι εξω και καταπατεισθαι υπο των ανθρωπων
Mat 5:14 υμεις εστε το φως του κοσμου ου δυναται πολις κρυβηναι επανω ορους κειμενη
Mat 5:15 ουδε καιουσιν λυχνον και τιθεασιν αυτον υπο τον μοδιον αλλα επι την λυχνιαν και λαμπι πασιν τοις εν τη οικια
Mat 5:16 ουτως λαμψατω το φως υμων ενπροσθεν των ανθρωπων οπως ειδωσιν υμων τα καλα εργα και δοξασωσιν τον πατερα υμων τον εν τοις ουρανοις
Mat 5:17 μη νομεισητε οτι ηλθον καταλυσαι τον νομον η τους προφητας ουκ ηλθον καταλυσαι αλλα πληρωσαι
Mat 5:18 αμην γαρ λεγω υμειν εως αν παρελθη ο ουρανος και η γη ιωτα εν η μια κεραια ου μη παρελθη απο του νομου εως αν γενηται παντα
Mat 5:19 ος ουν λυσει μιαν των εντολων τουτων ελαχιστων και διδαξη τους ανθρωπους ελαχιστος κληθησεται εν τη βασιλεια των ουρανων
Mat 5:20 
Mat 5:21 ηκουσατε οτι ερρηθη τοις αρχαιοις ου φονευσεις ος δ αν φονευση ενοχος εστε τη κρισει
Mat 5:22 εγω δε λεγω υμειν οτι πας ο οργαζομενος τω αδελφω αυτου εικη ενοχος εσται τη κρισει ος δ αν ειπη τω αδελφω αυτου ραχα ενοχος εστε τω συνεδριω ος δ αν ειπη μωρε ενοχος εσται εις την γεενναν του πυρος
Mat 5:23 εαν ουν προσφερης το δωρον σου επει το θυσιαστηριον και εκει μνησθης οτι ο αδελφος σου εχει τι κατα σου
Mat 5:24 αφες εκει το δωρον σου ενπροσθεν του θυσιαστηριου και υπαγε πρωτο_ καταλλαγηθι τω αδελφω σου και τοτε ελθων προσφερε(ις) το δωρον σου
Mat 5:25 ισθει ευνοων τω αντιδικω σου ταχυ οτου ει μετ αυτου εν τη οδω μηποτε σε παραδωσει ο αντιδεικος τω κριτη και ο κριτης σε παραδωσει τω υπηρετη και εις φυλακην βληθησει
Mat 5:26 αμην λεγω σοι ου μη εξελθης εκειθεν εως αν αποδως τον εσχατον κοδραντην
Mat 5:27 ηκουσατε οτι ερρηθη ου μοιχευσεις
Mat 5:28 εγω δε λεγω υμειν οτι πας ο βλεπων γυναικα προς το επιθυμησαι αυτην ηδη εμοιχευσεν αυτην εν τη καρδια αυτου
Mat 5:29 ει δε ο οφθαλμος ο δεξιος σου σκανδαλιζει σε εξελε αυτον και βαλε απο σου συμφερει γαρ σοι ινα απολητε εν των μελων σου και μη ολον το σωμα σου απελθη εις γεενναν
Mat 5:30 
Mat 5:31 ερρηθη δε ος αν απολυση την γυναικα αυτου δοτω αυτη αποστασιον
Mat 5:32 εγω δε λεγω υμειν ος αν απολυση την γυναικα αυτου παρεκτος λογου πορνειας ποιει αυτην μοιχευθηναι
Mat 5:33 παλιν ηκουσατε οτι ερρηθη τοις αρχαιοις ουκ επειορκησις αποδωσεις δε τω κυριω τους ορκους σου
Mat 5:34 εγω δε λεγω υμειν μη ομοσαι ολως μητε εν τω ουρανω οτι θρονος εστιν του θεου
Mat 5:35 μητε εν τη γη οτι υποποδιον εστιν των ποδων αυτου μητε εις ιεροσολυμα οτι πολις εστιν του μεγαλου βασιλεως
Mat 5:36 μητε εν τη κεφαλη σου ομοσης οτι ου δυνασαι ποιειν τριχα μειαν λευκην η μελαιναν
Mat 5:37 εστω δε ο λογος υμων ναι ναι ου ου το δε περισσον τουτων εκ του πονηρου εστι_
Mat 5:38 ηκουσατε οτι ερρηθη οφθαλμον αντι οφθαλμου οδοντα αντι οδοντος
Mat 5:39 εγω δε λεγω υμειν μη αντιστηναι τω πονηρω αλλ οστις σε ραπεισει επι την σιαγονα σου στρεψον αυτω και την αλλην
Mat 5:40 και ο θελων σοι κριθηναι και τον χειτωνα σου λαβειν αφησεις αυτω και το ειματιον
Mat 5:41 και οστις σε αγγαρευει μειλιον εν υπαγε μετ αυτου ετι αλλα δυο
Mat 5:42 τω αιτουντει σε δος και τω θελοντι δανισασθαι μη αποστραφης
Mat 5:43 ηκουσατε οτι ερρηθη αγαπησεις τον πλησιον σου και μεισησεις τον εχθρον σου
Mat 5:44 εγω δε λεγω υμειν αγαπατε τους εχθρους υμω_ ευλογειτε τους καταρωμενους υμειν καλως ποιειτε τοις μεισουσιν υμας και προσευχεσθαι υπερ των επηριαζοντω_ και διωκοντων υμας
Mat 5:45 οπως γενησθε υιοι του πατρος υμων του εν ουρανοις οτι τον ηλιον αυτου ανατελλει επι πονηρους και αγαθους και βρεχει επι δικαιους και αδικους
Mat 5:46 εαν γαρ αγαπησηται τους αγαπωντας υμας τινα μεισθον εξεται ουχι και οι τελωναι ουτως ποιουσιν
Mat 5:47 και εαν ασπασησθαι τους αδελφους υμων μονον τι περισσον ποιειτε ουχι και οι εθνικοι το αυτο ποιουσιν
Mat 5:48 εσεσθε ουν υμεις τελειοι ωσπερ ο πατηρ υμων (εν) ουρανοις τελιος εστιν
Mat 6:1 προσεχεται την δικαιοσυνην υμων μη ποιειν ενπροσθεν των ανθρωπων προς το θεαθηναι αυτοις ει δε μηγε μισθον ουκ εχετε παρα τω πατρι υμων τω εν ουρανοις
Mat 6:2 οταν ουν ποιης ελεημοσυνην μη σαλπισης ενπροσθεν σου ωσπερ οι υποκριται ποιουσιν εν ταις συναγωγαις και εν ταις ρυμαις οπως δοξασθωσιν υπο των ανθρωπων αμην λεγω υμειν απεχουσιν τον μισθον αυτων
Mat 6:3 σου δε ποιουντος ελεημοσυνην μη γνωτω η αριστερα σου τι ποιει η δεξεια σου
Mat 6:4 οπως η ελεημοσυνη σου η εν τω κρυπτω και ο πατηρ σου ο βλεπων εν τω κρυπτω αυτος αποδωσει σοι
Mat 6:5 και οταν προσευχη ουκ εση ως οι υποκριται οτι φιλουσιν στηναι εν ταις συναγωγαις και εν ταις γωνιαις των πλατειων εστωτες και προσευχομενοι οπως φανωσιν τοις ανθρωποις αμην λεγω υμειν απεχουσιν τον μισθον αυτον
Mat 6:6 συ δε οταν προσευχη εισελθε εις το ταμιον σου και κλεισας την θυραν σου προσευξαι τω πατρι σου εν τω κρυπτω και ο πατηρ σου ο βλεπων εν τω κρυπτω αποδωσει σοι
Mat 6:7 προσευχομενοι δε μη βλαττολογησηται ωσπερ οι εθνικοι δοκουσιν γαρ οτι εν τη πολυλογια αυτων εισακουσθησονται
Mat 6:8 μη ουν ομοιωθητε αυτοις οιδεν γαρ ο πατηρ υμων ων χρειαν εχεται προ του υμας ανοιξε το στομα
Mat 6:9 ου(τως ουν πρ)οσευχεσθαι υμεις (πατε)ρ ημων ο εν τοις ουρανοις αγι(ασθη)τω το ονομα σου
Mat 6:10 ελθατω η βασιλεια σου γενηθητω το θελημα σου εν ουρανω και επι της γης
Mat 6:11 τον αρτον ημων τον επιουσιον δος ημειν σημερον
Mat 6:12 και αφες ημειν τα οφιλεματα ημων ως και ημεις αφιομεν τοις οφιλεταις ημων
Mat 6:13 και μη εισενεγκης ημας εις πειρασμον αλλα ρυσαι ημας απο του πονηρου
Mat 6:14 εαν αφητε τοις ανθρωποις τα παραπτωματα (αυτ)ω_ αφησει υμειν και ο πατηρ υμων ο ουρανιο(ς)
Mat 6:15 εαν δε μη αφητε τοις ανθρωποις ουδε ο πατηρ υμων αφησει υμειν τα παραπτωματα υμων
Mat 6:16 οταν δε νηστευητε μη γεινεσθαι ως οι υποκρειται σκυθρωποι αφανιζουσιν γαρ τα προσωπα αυτων οπως φανωσιν τοις ανθρωποις νηστευοντες αμην λεγω υμειν απεχουσιν τον μισθον αυτων
Mat 6:17 συ δε νηστευων αλιψον σου την κεφαλην και το προσωπον σου νιψαι
Mat 6:18 ινα μη φανης τοις ανθρωποις νηστευων αλλα τω πατρι σου τω εν κρυφια (κ)αι ο πατηρ σου ο βλεπων εν κρυφαιω αποδωσει σοι
Mat 6:19 μη θησαυρισεται υμειν θησαυρους επι της γης οπου σης και βρωσεις αφανιζουσιν και οπου κλεπται διορυσσουσιν και κλεπτουσιν
Mat 6:20 (θ)ησαυριζετε δε υμειν θησαυρους (ους) εν ουρανω ↔
Mat 6:21 
Mat 6:22 
Mat 6:23 
Mat 6:24 
Mat 6:25 
Mat 6:26 
Mat 6:27 
Mat 6:28 
Mat 6:29 
Mat 6:30 
Mat 6:31 
Mat 6:32 
Mat 6:33 
Mat 6:34 
Mat 7:1 
Mat 7:2 
Mat 7:3 
Mat 7:4 
Mat 7:5 
Mat 7:6 
Mat 7:7 
Mat 7:8 
Mat 7:9 
Mat 7:10 
Mat 7:11 
Mat 7:12 
Mat 7:13 
Mat 7:14 
Mat 7:15 
Mat 7:16 
Mat 7:17 
Mat 7:18 
Mat 7:19 
Mat 7:20 
Mat 7:21 
Mat 7:22 
Mat 7:23 
Mat 7:24 
Mat 7:25 
Mat 7:26 
Mat 7:27 
Mat 7:28 
Mat 7:29 
Mat 8:1 
Mat 8:2 
Mat 8:3 
Mat 8:4 
Mat 8:5 
Mat 8:6 
Mat 8:7 
Mat 8:8 
Mat 8:9 
Mat 8:10 
Mat 8:11 
Mat 8:12 
Mat 8:13 
Mat 8:14 
Mat 8:15 
Mat 8:16 
Mat 8:17 
Mat 8:18 
Mat 8:19 
Mat 8:20 
Mat 8:21 
Mat 8:22 
Mat 8:23 
Mat 8:24 
Mat 8:25 
Mat 8:26 
Mat 8:27 
Mat 8:28 
Mat 8:29 
Mat 8:30 
Mat 8:31 
Mat 8:32 
Mat 8:33 
Mat 8:34 
Mat 9:1 
Mat 9:2 ↔ και ιδων ο ιησους την πιστιν αυτων ειπεν τω παραλυτικω θαρει τεκνον αφιοντε σοι αι αμαρτιαι
Mat 9:3 και ιδου τινες των γραμματαιων ειπον εν εαυτοις ουτος βλασφημι
Mat 9:4 και ιδων ο ιησους τας ενθυμησεις αυτων ειπεν αυτοις ινα τι ενθυμεισθαι πονηρα εν ταις καρδιαις υμων
Mat 9:5 τι γαρ εστιν ευκοπωτερον ειπειν αφιονται σου αι αμαρτιαι η ειπειν εγειρε και περιπατει
Mat 9:6 ινα δε ιδητε οτι ο υιος του ανθρωπου εξουσιαν εχει επι της γης αφιεναι αμαρτειας τοτε λεγει τω παραλυτικω εγειρε και αρον σου την κλεινην και υπαγε εις τον οικον σου
Mat 9:7 και εγερθεις απηλθεν εις τον οικον αυτου
Mat 9:8 ειδοντες δε οι οχλοι εφοβηθησαν και εδοξασαν τον θεον τον δοντα εξουσιαν τοιαυτην τοις ανθρωποις
Mat 9:9 και παραγων εκειθεν ο ιησους ειδεν ανθρωπον καθημενον επι το τελωνιον μαθθαιον λεγομενον και λεγει αυτω ακολουθει μοι και αναστας ηκολουθει αυτω
Mat 9:10 και εγενετο αυτου ανακειμενου εν τη οικεια ιδου πολλοι τελωναι και αμαρτωλοι ελθοντες συνεκειντο τω ιησου και τοις μαθηταις αυτου
Mat 9:11 ειδοντες δε οι φαρισαιοι ειπον τοις μαθηταις αυτου δια τι ο διδασκαλος υμων μετα των αμαρτωλων και τελωνων εσθιει
Mat 9:12 οδε ακουσασ ειπεν ου χρε[ιαν εξουσιν] οι ισχυοντες ιατρου αλλ οι κακως εχοντες
Mat 9:13 πορευθεντες δε μαθετε τι εστιν ελεος θελω και ου θυσιαν ου γαρ ηλθον καλεσε δικαιους αλλα αμαρτωλους
Mat 9:14 τοτε προσερχονται αυτω οι μαθηται ιωανου λεγοντες δια τι ημεις και οι φαρισαιοι νηστευομεν πολλα οι δε μαθηται σου ου νηστευουσιν
Mat 9:15 και ειπεν αυτοις ο ιησους μη τι δυνανται οι υιοι του νυνφιου νηστευειν εφ οσον μετ αυτων εστιν ο νυμφιος ελευσοντε δε α(ι) ημεραι οταν αρθη απ αυτων ο νυμφιος και τοτε νηστευουσιν εν εκειναις ταις ημεραις
Mat 9:16 ουδεις δε επιβαλλει επιβλημα ρακκους αγναφου επι ειματιω παλαιω αιρει γαρ το πληρωμα αυτου απο του ειματειου και χειρον σχεισμα γεινεται
Mat 9:17 ουδε βαλλουσιν οινον νεον εις ασκους παλαιους ει δε μηγε ρησσει ο οινος ο νεος τους ασκους και ο οινος απολλυται και οι ασκοι βαλλουσιν δε οινον νεον εις ασκους καινους και αμφοτεροι τηρουνται
Mat 9:18 ταυτα αυτου λαλουντος αυτοις ιδου αρχων εις ελθων προσεκυνι αυτω λεγων η θυγατηρ μου αρτι ετελευτησεν αλλα ελθων επιθες την χειρα σου επ αυτην και ζησεται
Mat 9:19 και εγερθεις ο ιησους ηκολουθι αυτω και οι μαθηται αυτου
Mat 9:20 και ιδου γυνη αιμορροουσα δωδεκα ετη προσελθουσα οπισθεν ηψατο του κρασπεδου του ματιου αυτου
Mat 9:21 ελεγεν γαρ εν εαυτη εαν αψωμαι μονον του ιματιου αυτου σωθησομαι
Mat 9:22 ο δε εστη στραφεις και ειδων αυτην ειπεν θαρσει θυγατηρ η πιστις σου σεσωκεν σε και εσωθη η γυνη απο της ωρας εκεινης
Mat 9:23 και ελθων ο ιησους εις την οικειαν του αρχοντος και ιδων τους αυλητας και τον οχλον θορυβουμενον
Mat 9:24 ελεγεν αναχωρειτε ου γαρ απεθανεν το κορασιον αλλα καθευδει και κατεγελων αυτον
Mat 9:25 οτε δε εξεβληθη ο οχλος ελθων εκρατησεν την χειρα αυτης και ηγερθη το κορασιον
Mat 9:26 και εξηλθεν η φημη αυτου εις ολην την γην εκεινην
Mat 9:27 και παραγοντι εκειθεν τω ιησου ηκολουθησαν δυο τυφλοι κραζοντες και λεγοντες ελεησον ημας υιε δαυειδ
Mat 9:28 και ερχεται εις την οικειαν και προσηλθον αυτω οι δυο τυφλοι και λεγει αυτοις ο ιησους πιστευετε οτι δυναμαι τουτο ποιησαι λεγουσιν αυτω ναι κυριε
Mat 9:29 τοτε ηψατο των ομματων αυτων και ειπεν κατα την πιστιν υμων γενηθητω υμειν
Mat 9:30 και ηνεωχθησαν οι οφθαλμοι αυτων και ενεβριμησατο αυτοις ιησους λεγων ορατε μηδεις γεινωσκετω
Mat 9:31 οι δε εξελθοντες διεφημεισαν αυτον εν ολη τη γη εκεινη
Mat 9:32 αυτων δε εξερχομενων ιδου προσηνεγκαν αυτω ανθρωπον κωφον δαιμονιζομενον
Mat 9:33 και εκβληθεντος του δαιμονιου ελαλησεν ο κωφος και εθαυμασαν οι οχλοι λεγοντες ουδεποτε ουτως εφανη εν ισραηλ
Mat 9:34 
Mat 9:35 και περιηγεν ο ιησους τας πολις πασας και τας κωμας διδασκων εν ταις συναγωγαις αυτω_ και κηρυσσων το ευαγγελιον της βασιλειας και θεραπευων πασαν νοσον και πασαν μαλακειαν
Mat 9:36 ιδων δε τους οχλους εσπλανχνισθη περι αυτων οτι ησαν ε(α)κυλμενοι και ρεριμμενοι ως προβατα μη εχοντα ποιμενα
Mat 9:37 τοτε λεγει τοις μαθηταις αυτου ο μεν θερισμος πολυς οι δε εργαται ολιγοι
Mat 9:38 δεηθητε ουν τον κυριον του θερισμου οπως εκβαλη εργατας εις τον θερισμον αυτου
Mat 10:1 και προσκαλεσαμενος τους 12 μαθητας αυτου εδωκεν αυτοις εξουσιαν πνευματων ακαθαρτω_ ωστε εκβαλειν αυτ(ω) και θεραπευειν πασαν νοσον και πασαν μαλακειαν
Mat 10:2 των 12 αποστολων τα ονοματα εστιν ταυτα πρωτος σιμων ο λεγομενος πετρος και ανδρεας ο αδελφος αυτου ιακωβος του ζεβεδεου και ιωαννης ο αδελφος αυτου
Mat 10:3 φιλιππος και βαρθολομαιος θωμας και μαθθαιος ο τελωνης ιακωβος ο του αλφαιου και λεββεος
Mat 10:4 και σιμων ο χαναναιος και ιουδας ο σκαριωτης ο και παραδους αυτον
Mat 10:5 τουτους τους 12 απεστειλεν ο ιησους παραγγειλας αυτοις και λεγων εις οδον εθνων μη απελθητε και εις πολιν σαμαριτανων μη εισελθητε
Mat 10:6 υπαγετε μαλλον προς τα προβατα τα απολωλοτα οικου εισραηλ
Mat 10:7 πορευομενοι δε κηρυσσεται λεγοντες οτι ηγγικεν η βασιλεια των ουρανων
Mat 10:8 ασθενουντας θεραπευσατε νεκρους εγειρατε λεπρους καθαρεισατε και δαιμονια εκβαλετε δωρεαν ελαβετε δωρεαν δοτε
Mat 10:9 μη κτησησθε χρυσον μητε αργυρον μητε χαλκον εις τας ζωνας υμων
Mat 10:10 μητε πηραν εις οδον μητε δυο χειθωνας μητε υποδηματα μητε ραβδον αξιος γαρ εστιν ο εργατης της τροφης αυτου
Mat 10:11 η πολις εις ην αν εισελθητε εις αυτην εξετασατε τις εν αυτη αξιος εστιν κακει μεινατε εως αν εξελθητε
Mat 10:12 εισερχομενοι δε εις την οικειαν ασπασασθαι αυτην λεγοντες ειρηνη τω οικω τουτω
Mat 10:13 εαν μεν η η οικεια αξια εστε η ειρηνη υμων επ αυτην ει δε μηγε ειρηνη υμων προς υμας επιστραφητω
Mat 10:14 και ος αν μη δεξηται υμας μηδε ακουση τους λογους υμων εξερχομενοι εξω της πολεως εκτειναξατε τον κονιορτον των ποδων υμω_
Mat 10:15 αμην λεγω υμειν ανεκτοτερον εστε γη σοδομων και γομορας ενη ημερα κρισεως η τη πολει εκεινη
Mat 10:16 ιδου εγω αποστελλω υμας ως προβατα εν μεσω λυκων γεινεσθε ουν φρονιμοι ως οι οφεις και απλουστατοι ως αι περιστεραι
Mat 10:17 προσεχετε απο των ανθρωπων παραδωσουσιν γαρ υμας εις συνεδρια και εις τας συναγωγας αυτων μαστειγωσουσιν υμας
Mat 10:18 και επι ηγεμονων σταθησεσθαι ενεκεν εμου εις μαρτυριον αυτοις και τοις εθνεσιν
Mat 10:19 οταν δε παραδωσουσιν υμας μη μεριμνησητε πως η τι λαλησητε
Mat 10:20 ου γαρ υμεις εστε οι λαλουντες αλλα το πνευμα του πατρος το λαλουν εν υμειν
Mat 10:21 παραδωσει δε αδελφος αδελφον εις θανατον και πατηρ τεκνον και επαναστησονται τεκνα επι γονεις και θανατωσουσιν αυτους
Mat 10:22 και εσεσθαι μεισουμενοι υπο παντων δια το ονομα μου ο δε υπομεινας εις τελος ουτος σωθησεται
Mat 10:23 οταν δε διωκουσιν υμας εν τη πολι ταυτη φευγεται εις την αλλην εαν δε εν τη αλλη διωκουσιν υμας φευγετε εις την αλλην αμην λεγω υμειν ου μη τελεσητε τας πολεις ισραηλ εως αν ελθη ο υιος του ανθρωπου
Mat 10:24 ουκ εστιν μαθητης υπερ τον διδασκαλον ουδε δουλος υπερ τον κυριον αυτου
Mat 10:25 αρκετον τω μαθητη ινα τενηται ως ο διδασκαλος αυτου και ο δουλος ως ο κυριος αυτου ει τον οικοδεσποτην βελζεβουλ καλουσιν ποσω μαλλον τους οικειακους αυτου
Mat 10:26 μη ουν φοβηθητε αυτους ουδεν γαρ εστιν κεκαλυμμενον ο ουκ αποκαλυφθησεται και κρυπτον ο ου γνωσθησεται
Mat 10:27 ο λεγω υμειν εν τη σκοτια ειπατε εν τω φωτι και ο εις το ους ακουετε κηρυσσεται επι των δωματων
Mat 10:28 και μη φοβηθητε απο των αποκτεννοντων το σωμα την δε ψυχην μη δυναμενων σφαξαι φοβηθητε δε μαλλον τον δυναμενον και ψυχην και σωμα απολεσαι εις γεενναν
Mat 10:29 ουχι δυο στρουθια του ασσαριου πωλουνται και εν εξ αυτων ου πεσειται επι την γην ανευ του πατρος υμων
Mat 10:30 αλλα και αι τριχες της κεφαλης υμων πασαι ηριθμημεναι εισιν
Mat 10:31 μη ουν φοβεισθαι πολλων στρουθειων διαφερετε υμεις
Mat 10:32 πας ουν οστεις ομολογησει εν εμοι ενπροσθεν των ανθρωπων ομολογησω καγω ενπροσθεν του πατρος μου του εν ουρανοις
Mat 10:33 οστις δ αν αρνησητε με ενπροσθεν των ανθρωπω_ αρνησομαι καγω αυτον ενπροσθεν του πατρος μου του εν ουρανοις
Mat 10:34 μη νομισηται οτι ηλθον βαλειν ειρηνην επι την γην ουκ ηλθον βαλειν ειρην αλλα μαχαιραν
Mat 10:35 ηλθον γαρ δικασαι υιον κατα πατρος αυτου και θυγατερα κατα της μητρος αυτης και νυμφην κατα της πενθερας αυτης
Mat 10:36 και εκθροι του ανθρωπου οι οικιακοι αυτου
Mat 10:37 ο φιλων πατερα η μητερα υπερ εμε ουκ εστιν μου αξιος
Mat 10:38 και ος ου λαμβανει τον σταυρον αυτου και ακολουθει οπισω μου ουκ εστιν μου αξιος
Mat 10:39 ο ευρων την ψυχην αυτου απολεσει αυτην ο δε απολεσας την ψυχην αυτου ενεκεν εμου ευρησει αυτην
Mat 10:40 οδεχομενος υμας εμε δεχεται ↔ τον αποστειλαντα με
Mat 10:41 ο δεχομενος προφητην εις ονομα προφητου μισθον προφητου λημψεται
Mat 10:42 και ος αν ποτειση ενα των ελαχιστων τουτων ποτηριον υδατος ψυχρου εις ονομα μαθητου αμην λεγω υμειν ο(υ μ)η απολ(ηται ο μ)ισθος αυτου
Mat 11:1 και εγενετο οτε ετ(ελεσν) ο ιησους διατασσων τοις δωδεκα μαθηταις αυτου μετεβη εκειθεν του διδασκειν και κηρυσσειν εν ταις πολεσιν αυτων
Mat 11:2 ο δε ιωαννης ακουσας εν τω δεσμωτηριω τα εργα του ιησου πεμψας δια των μαθητων αυτου
Mat 11:3 ειπεν αυτω συ ει ο εργα(ζ)ομενος η ετερον προσδοκωμεν
Mat 11:4 αποκριθεις δε ο ιησους ειπεν αυτοις πορευθεντες απαγγειλατε ιωαννει α ακουετε και βλεπετε
Mat 11:5 τυβλοι αναβλεπουσιν λεπροι καθαριζονται και κωφοι ακουουσιν και νεκροι εγειρονται και πτωχοι ευαγγελιζονται
Mat 11:6 και μακαριος εστιν ος αν μη σκανδαλισθη εν εμοι
Mat 11:7 τουτων δε πορευομενων ηρξατο ιησους λεγειν τοις οχλοις περι ιωαννου τι εξηλθατε εις την ερημον θεασασθαι καλαμον υπο ανεμου σαλευομενον
Mat 11:8 αλλα τι εξηλθατε ειδειν ανθρωπον μαλακοις ημφιασμενον ειδου οι τα μαλακα φορουντες εν τοις οικοις των βασιλεων εισιν
Mat 11:9 αλλα τει εξηλθατε ειδειν προφητην ναι λεγω υμειν και περισσοτερον προφητου
Mat 11:10 ουτος εστιν περι ου γεγραπται ιδου εγω αποστελλω τον ανγελον μου προ προσωπου σου ος κατασκευασει την οδον σου ενπροσθεν σου
Mat 11:11 αμην λεγω υμειν ουκ εγηγερται εν τοις γεννητοις των γυναικων μειζων ιωαννου του βαπτιστου ο δε μικροτερος εν τη βασιλεια των ουρανων μειζων αυτου εστιν
Mat 11:12 απο των ημερων ιωαννους του βαπτιστου εως αρτι η βασιλεια των ουρανων βιαζεται και οι βιασται αρπαζουσιν αυτην
Mat 11:13 παντες γαρ οι προφηται και ο νομος εως ιωαννου επροφητευσαν
Mat 11:14 και ει θελεται δεξασθαι αυτος εστιν ηλειας ο μελλων ερχεσθαι
Mat 11:15 ο εχων ωτα ακουετω
Mat 11:16 τινι δε ομοιωσω την γενεαν ταυτην ομοια εστιν παιδιοις καθημενοις εν τη αγορα α προσφωνουντα τοις ετεροις
Mat 11:17 λεγουσιν ηυλησαμεν υμειν και ουκ ωρχησασθαι εθρηνησαμεν και ουκ εκοψασθαι
Mat 11:18 ηλθεν γαρ ιωαννης μητε εσθιων μητε πεινων και λεγουσιν δαιμονιον εχει
Mat 11:19 ηλθεν ο υιος του ανθρωπου εσθιων και πεινων και λεγουσιν ιδου ανθρωπος φαγος και οινοποτης τελωνων φιλος και αμαρτωλων και εδικαιωθη η σοφια απο των τεκνων αυτης
Mat 11:20 τοτε ηρξατο ονειδιζειν τας πολεις εν αις γεγονεισαν α πλεισται δυναμεις οτι ου μετενοησαν
Mat 11:21 ουαι σοι χοροζαιν και βεθσαειδα οτι ει εν τυρω και σιδωνει εγεγονεισαν αι δυναμεις αι γενομεναι εν υμειν παλαι αν εν σακκω και σποδω μετενοησαν
Mat 11:22 πλην λεγω υμειν τυρω και σειδωνι ανεκτοτερον εστε εν ημερα κρεισεως ην υμει_
Mat 11:23 και συ καφαρναουμ μη εως ουρανου υψωθηση η εως αδου καταβηση οτι ει εν σοδομοις εγενηθησαν αι δυναμεις αι γενομεναι εν σοι εμειναν αν μεχρι της σημερον
Mat 11:24 πλην λεγω υμειν οτι γης σοδομων ανεκτοτερον εσται εν ημερα κρισεως ην υμειν
Mat 11:25 εν εκεινω τω καιρω αποκρειθεις ο ιησους ειπεν εξομολογουμαι σοι πατερ κυριε του ουρανου και της γης οτι εκρυψας ταυτα απο σοφων και συνετων και απεκαλυψες αυτα νηπιοις
Mat 11:26 ναι ο πατηρ οτι ουτως εγενετο ευδοκεια ενπροσθεν σου
Mat 11:27 παντα μοι παρεδοθη υπο του πατρος μου και ουδεις επιγεινωσκει τον υιον ει μη ο πατηρ ουδε τον πατερα τις επιγεινωσκει ει μη ο υιος και ω αν βουληται ο υιος αποκαλυψαι
Mat 11:28 δευτε προς με παντες οι κοπιωντες και πεφορτισμενοι εσται καγω αναπαυσω υμας
Mat 11:29 αρατε τον ζυγον μου εφ υμας και μαθεται απ εμου οτι πραυς ειμει και ταπεινος τη καρδια και ευρησεται αναπαυσιν ταις ψυχαις υμων
Mat 11:30 ο γαρ ζυγος μου χρηστος και το φορτιον μου ελαφρον εστιν
Mat 12:1 εν εκεινω τω καιρω επορευθη ο ιησους σαββασιν δια των σποριμων οι δε μαθηται αυτου επινασα_ και ηρξαντο του σταχυας τιλλειν και αισθιειν
Mat 12:2 οι δε φαρισαιοι ιδοντες αυτους ειπον αυτω ιδου οι μαθηται σου ποιουσιν ο ουκ εξεστιν ποιειν εν σαββατω
Mat 12:3 οδε ειπεν αυτοις ουκ ανεγνωται τι εποιησεν δαυειδ οτε επινασεν και οι μετ αυτου
Mat 12:4 πως εισηλθεν εις τον οικον του θεου και τους αρτους της προσθεσεως εφαγεν ο ουκ ην εξον αυτω φαγειν ουδε τοις μετ αυτου ει μη τοις ιερευσιν μονοις
Mat 12:5 η ουκ ανεγνωτε εν τω νομω οτι εν τοις σαββασιν οι ειερεις εν τω ιερω το σαββατον βεβηλουσιν και ανετιοι εισιν
Mat 12:6 λεγω γαρ υμειν οτι του ιερου μειζον εστιν ωδε
Mat 12:7 ει δε εγνωκειτε τι εστιν ελεος θελω και ου θυσιαν ουκ αν κατεδικασατε τους ανετιους
Mat 12:8 κυριος γαρ εστιν του σαββατου ο υιος του ανθρωπου
Mat 12:9 και μεταβας εκειθεν ηλθεν εις την συναγωγην αυτων
Mat 12:10 και ιδου ανθρωπος ην εκει την χειρα εχων ξηραν και επηρωτησαν αυτον λεγοντες ει εξεστιν τοις σαββασιν θεραπευσε ινα κατηγορησουσιν αυτου
Mat 12:11 ο δε ειπεν αυτοις τι εστιν εν υμειν ανθρωπος ος εχει προβατον εν και ενπεση τοις σαββασιν εις βοθυνον ουχει κρατει αυτο και εγειρει
Mat 12:12 ποσω ουν διαφερει ανθρωπος του προβατου ωστε εξεστιν τοις σαββασιν καλως ποιειν
Mat 12:13 τοτε λεγει τω ανθρωπω εκτεινον την χειρα σου και εξετεινεν και αποκατεσταθη ηγυης ως η αλλη
Mat 12:14 και εξελθοντες οι φαρεισαιοι συνβουλιον ελαβον κατ αυτου οπως αυτον απολεσωσιν
Mat 12:15 ο δε ιησους γνους ανεχωρησεν εκειθεν και ηκολουθησαν αυτω οχλοι πολλοι και εθεραπευσεν αυτους
Mat 12:16 παντας δε ους εθεραπευσεν επεπληξεν αυτοις ινα μη φανερον αυτον ποιησωσιν
Mat 12:17 ινα πληρωθη το ρηθεν δια ησαιου του προφητου λεγοντος
Mat 12:18 ιδου ο παις μου εις ον ηρετισα ο αγαπητος μου εν ω ηυδοκησεν η ψυχη μου θησω το πνευμα μου επ αυτον και κρισιν τοις εθνεσιν απαγγελλει
Mat 12:19 ουκ ερισει ουδε κραυγασει ουδε ακουει τις εν ταις πλατειαις την φωνην αυτου
Mat 12:20 ου κατιαξεις και λινον τυφομενον ου μη ζβεσει εως αν εκβαλη εις νικος την κρισι_
Mat 12:21 και εν τω ονοματι αυτου εθνη ελπιζουσιν
Mat 12:22 τοτε προσηνεχθη αυτω δαιμονιζομενος τυφλος και κωφος και εθεραπευσεν αυτον ωστε τον κωφον λαλειν και βλεπειν
Mat 12:23 και εξισταντο παντες οι οχλοι και ελεγον μητι οτι ουτος εστιν ο υιος δαυειδ
Mat 12:24 οι δε φαρισαιοι ακουσαντες ειπον ουτος ουκ εκβαλλει τα δαιμ(ονι)α ει μη εν τω βεελζεβουλ αρχοντι των δαιμονιω_
Mat 12:25 ιδων δε τας ενθυμησεις αυτων ειπεν αυτοις πασα βασιλεια μερισθεισα εφ εαυτην ερημουτει και πασα πολις η οικια μερισθισα εφ εαυτην ου στησεται
Mat 12:26 ει δε και ο σατανας τον σαταναν εκβαλλει εφ εαυτον εμερισθη πως ουν σταθησεται η βασιλεια αυτου
Mat 12:27 ει δε εγω εν βεελζεβουσ εκβαλλω τα δαιμονια οι υιοι υμων εν τινι εκβαλλουσιν δια τουτο αυτοι κριται εσονται υμων
Mat 12:28 ει δε εν πνευματι θεου εγω εκβαλλω τα δαιμονια αρα εφθασαν εφ υμας η βασιλεια του θεου
Mat 12:29 η πως δυναται τις εισελθειν εις την οικειαν του ισχυρου και τα σκευη αυτου διαρπασαι εαν μη πρωτον δηση τον ισχυρον και τοτε την οικειαν αυτου διαρπαση
Mat 12:30 ο μη ων μετ εμου κατ εμου εστιν και ο μη συναγων μετ εμου σκορπιζει
Mat 12:31 δια τουτο λεγω υμειν πασα αμαρτια και βλασφημια αφεθησεται τοις ανθρωποις η δε του πνευματος βλασφημια ουκ αφεθησεται τοις ανθρωποις
Mat 12:32 και ος αν ειπη λογον κατα του υιου του ανθρωπου αφεθησεται αυτω ος δ αν ειπη κατα του πνευματος του αγιου ουκ αφεθησεται αυτω ουτε εν τουτω τω αιωνι ουτε εν τω μελλοντι
Mat 12:33 η ποιησαται τον δενδρον καλον και τον καρπον αυτου καλον η ποιησατε το δενδρον σαπρον και τον καρπον αυτου σαπρον εκ γαρ του καρπου το δενδρον γεινωσκεται
Mat 12:34 γεννηματα εχιδνων πως δυνασθαι αγαθα λαλειν πονηροι οντες εκ γαρ του περισσευματος της καρδιας το στομα λαλει αγαθα
Mat 12:35 αγαθος ανθρωπος εκ του αγαθου θησαυρου εκβαλλει αγαθα και ο πονηρος ανθρωπος εκ του πονηρου θησαυρου εκβαλλει πονηρα
Mat 12:36 λεγω δε υμειν οτι παν ρημα αργον ο λαλουσιν οι ανθρωποι αποδωσουσιν περι αυτου λογον εν ημερα κρισεως
Mat 12:37 εκ γαρ των λογων σου δικαιωθηση η εκ των λογων σου καταδικασθηση
Mat 12:38 τοτε απεκριθησαν αυτω τινες των γραμματεω_ και φαρισαιων λεγοντες διδασκαλε θελομεν απο σου σημειον ιδειν
Mat 12:39 οδε αποκριθεις ειπεν αυτοις γενεα πονηρα και μοιχαλις σημειον επιζητει και σημιον ου δοθησεται σοι ει μη το σημιον ιωνα του προφητου
Mat 12:40 ωσπερι γαρ ιωνας εν τη κοιλια του κητους τρεις ημερας και τρεις νυκτας ουτως εστε και ο υιος του ανθρωπου εν τη καρδια της γης τρεις ημερας και τρεις νυκτας
Mat 12:41 ανδρες νεινευεται αναστησονται εν τη κρισει μετα της νεας ταυτης και κακρινουσιν αυτη_ οτι μετενοησαν εις το κηρυγμα ιωνα και ιδου πλειον ιωνα ωδε
Mat 12:42 βασιλισσα νοτου εγερθησεται εν τη κρισει μετα της γενεας ταυτης και κατακρεινι αυτη_ οτι ηλθεν εκ των περατων της γης ακουσαι την σοφιαν του σολομωνος και ειδου πλειον σολομωνος ωδε
Mat 12:43 οταν δε το ακαθαρτον πνευμα εξηλθη απο του ανθρωπου διερχεται δι ανυδρων τοπων ζητουν αναπαυσιν και ουχ ευρεισκει
Mat 12:44 τοτε λεγει εις τον οικον μου επιστρεψω οθεν εξηλθον και ελθων ευρεισκει τον οικον σχολαζοντα σεσαρωμενον και κεκοσμημενον
Mat 12:45 τοτε πορευεται και παραλαμβανει μεθ εαυτου επτα ετερα πνευματα πονηροτερα αυτου και εισελθοντα κατοικει εκει και γεινεται τα αισχατα αυτου του ανθρωπου εκεινου χειρον των πρωτων ουτως εστε και τη γενεα ταυτη τη πονηρα
Mat 12:46 λαλουντος δε αυτου τοις οχλοις ιδου η μητηρ και οι αδελφοι αυτου ειστηκεισαν εξω ζητουντες λαλησαι αυτω
Mat 12:47 ειπεν δε τις αυτω ιδου η μητηρ σου και οι αδελφοι σου εστηκεισαν εξω ζητουντες λαλησαι σοι
Mat 12:48 ο δε αποκριθεις ειπεν τω λεγοντι αυτω τις εστιν η μητηρ μου η τινες εισιν οι αδελφοι μου
Mat 12:49 και εκτεινας την χειρα επι τους μαθητας αυτου ειπεν ιδου η μητηρ μου και οι αδελφοι μου
Mat 12:50 οστις γαρ ποιει το θελημα του πατρος μου του εν ουρανοις αυτος μου αδελφος και αδελφη και μητηρ εστι_
Mat 13:1 ες δε τη ημερα εκεινη εξηλθεν ο ιησους και εκαθητο παρα την θαλασσαν
Mat 13:2 και συνηχθησαν προς αυτον οχλοι πολλοι ωστε αυτον εις το πλοιον ενβαντα καθησθαι και πας ο οχλος επι τον αιγιαλον εστηκει
Mat 13:3 και ελαλησεν αυτοις πολλα εν παραβολαις λεγων ιδου εξηλθεν ο σπειρων σπειραι
Mat 13:4 και εν τω σπειριν αυτον α μεν επεσεν παρα την οδον και ηλθον τα πετεινα και κατεφαγεν αυτα
Mat 13:5 α δε επεσεν επει τα πετρωδη οπου ουκ ειχεν γην πολλην και ευθυς εξανετειλεν δια το μη εχειν βαθος γης
Mat 13:6 του δε ηλιου ανατειλαντος εκαυματισθησαν και δια το μη εχειν ριζαν εξηρανθησαν
Mat 13:7 αλλα δε επεσεν εις τας ακανθας και ανεβησαν αι ακανθαι και επνιξαν αυτα
Mat 13:8 αλλα δε επεσεν επι την γην την καλην και εδιδουν καρπον ο μεν 100 ο δε 60 ο δε 30
Mat 13:9 ο εχων ωτα ακουειν ακουετω
Mat 13:10 και προσελθοντες οι μαθηται ειπον αυτω δια τι εν παραβολαις λαλεις αυτοις
Mat 13:11 οδε αποκριθεις ειπεν αυτοις οτι υμειν δεδοται γνωναι τα μυστηρια της βασιλειας των ουρ(ανω_) εκεινοις δε ου δεδοται
Mat 13:12 οστις γαρ εχει δοθησεται αυτω και περισσευθησεται οστις δε ουκ εχει και ο εχει αρθησεται απ αυτου
Mat 13:13 δια τουτο εν παραβολαις λαλει αυτοις ινα βλεποντες μη βλεπωσιν και ακουοντες μη ακουσωσιν και μη συνωσιν μη ποτε επιστρεψωσιν
Mat 13:14 και τοτε πληρωθησεται επ αυτοις η προφητια του ησαιου λεγουσα πορευθητι και ειπε τω λαω τουτω ακοη ακουσεται και ου μη συνηται και βλεποντες βλεψεται και ου μη ιδητε
Mat 13:15 επαχυνθη γαρ η καρδια του λαου τουτου και τοις ωσιν βαρεως ηκουσαν και τους οφθαλμους αυτων εκαμμυσαν μηποτε ιδωσιν τοις οφθαλμοις και τοις ωσιν ακουσωσιν και τη καρδια συνωσιν και επιστρεψωσιν και ιασομαι αυτους
Mat 13:16 υμων δε μακαριοι οφθαλμοι οτι βλεπουσιν και ωτα υμων οτι ακουουσιν
Mat 13:17 αμην γαρ λεγω υμειν οτι πολλοι προφηται και δικαιοι επεθυμησαν ειδειν α βλεπεται και ουκ ηδυνηθησαν ειδειν και ακουσαι α ακουεται και ουκ ηκουσαν
Mat 13:18 υμεις ουν ακουσατε την παραβολην του σπειροντος
Mat 13:19 παντος ακουοντος τον λογον της βασιλειας και μη συνιοντος ερχεται ο πονηρος και αρπαζει το σπειρομενον εν τη καρδια αυτων ουτος εστιν ο παρα την οδον σπαρεις
Mat 13:20 ο δε επει τα πετρωδη σπαρεις ουτος εστιν ο τον λογον ακουων και ευθυς μετα χαρας λαμβανων αυτον
Mat 13:21 ουκ εχει δε ριζαν εαυτω αλλα προσκαιρος εστιν γενομενης δε θλειψαιως η διωγμου δια τον λογον ευθεως σκανδαλιζεται
Mat 13:22 ο δε εις τας ακανθας σπειρομενος ουτος εστιν ο τον λογον ακουων και η μεριμνα του αιωνος και η απατη του πλουτους συνπνειγει τον λογο_ και ακαρπος γεινεται
Mat 13:23 ο δε επι την γην την καλην σπαρεις ουτος εστιν ο ακουων τον λογον και συνιεις τοτε καρποφορει και ποιει ο μεν 100 ο δε 60 ο δε 30
Mat 13:24 αλλην παραβολην παρεθηκεν αυτοις λεγων ωμοιωθη η βασιλεια των ουρανων ανθρωπω σπειροντι καλον σπερμα εν τω ιδιω αγρω
Mat 13:25 εν δε τω καθευδειν τους ανθρωπους ηλθεν αυτου ο εκθρος και εσπειρεν ζιζανια ανα μεσον του σειτου απηλθεν
Mat 13:26 οτε δε εβλαστησεν ο χορτος και καρπον εποιησεν τοτε εφανη τα ζιζανια
Mat 13:27 προσελθοντες δε οι δουλοι του οικοδεσποτου εκεινου ειπον αυτω κυριε ουχι καλον σπερμα εσπειρες εν τω σω αγρω ποθεν ουν εχει ζιζανια
Mat 13:28 ο δε εφη αυτοις εχθρος ανθρωπος τουτο εποιησεν λεγουσιν αυτω οι δουλοι θελεις απελθοντες συνλεξωμεν αυτα
Mat 13:29 λεγει αυτοις ου μηποτε συνλεγοντες τα ζιζανια εκριζωσητε αμα και τον σειτον συν αυτοις
Mat 13:30 αφετε αμφοτερα συναυξανεσθαι εως του θερισμου και εν καιρω του θερισμου ερω τοις θερισταις συνλεξατε πρωτον τα ζιζανια και δησατε δεσμας προς το κατακαυσαι τον δε σειτον συνλεγεται εις την αποθην μου
Mat 13:31 αλλην παραβολην ελαλησεν αυτοις λεγων ομοια εστιν η βασιλεια των ουρανων κοκκω σιναπεως ον λαβων ανθρωπος εσπειρεν εν τω αγρω αυτου
Mat 13:32 ομεικροτερον μεν εστιν παντων σπερματω_ οταν δε αυξηση μειζων των λαχανων εστιν και γεινεται δενδρον ωστε ελθειν τα πετεινα του ουρανου και κατασκηνοιν εν τοις κλαδοις αυτου
Mat 13:33 αλλην παραβολην ομοια εστιν η βασιλεια των ουρανων ζυμη ην λαβουσα γυνη ενεκρυψεν εις αλευρου σατα τρεια εως ου εζυμωθη ολον
Mat 13:34 ταυτα παντα ελαληνσεν ο ιησους εν παραβολαις τοις οχλοις και χωρις παραβολης ουκ ελαλει αυτοις
Mat 13:35 οπως πληρωθη το ρηθεν δια του προφητου λεγοντος ανοιξω εν παραβολαις το στομα μου ερευξομαι κεκρυμμενα απο καταβολης κοσμου
Mat 13:36 τοτε αφεις τους οχλους ηλθεν εις την οικειαν και προσηλθον αυτω οι μαθηται αυτου λεγοντες φρασον ημειν την παραβολην των ζιζανιων του αγρου
Mat 13:37 ο δε αποκρειθεις ειπεν ο σπειρων το καλον σπερμα εστιν ο υιος του ανθρωπου
Mat 13:38 ο δε αγρος εστιν ο κοσμος το δε καλον σπερμα ουτοι εισιν οι υιο της βας της βασιλειας τα δε ζιζανια εισιν οι υιοι του πονηρου
Mat 13:39 ο δε εχθρος ο σπειρας αυτα εστιν ο διαβολος ο δε θερισμος συντελεια αιωνος εστιν οι δε θερεισται ανγελοι εισιν
Mat 13:40 ωσπερ ουν συνλεγονται τα ζιζανια και πυρι κατακαιονται ουτως εσται εν τη συντελεια του αιωνος
Mat 13:41 αποστελει ο υιος του ανθρωπου τους αγγελους αυτου και συνλεξουσιν εκ της βασιλειας αυτου παντα τα σκανδαλα και τους ποιουντας την ανομιαν
Mat 13:42 και βαλλουσιν αυτους εις την καμινον του πυρος εκει εσται ο κλαυθμος και ο βρυγμος των οδοντω_
Mat 13:43 τοτε οι δικαιοι λαμψουσιν ως ο ηλιος εν τη βασιλεια του πατρος αυτων ο εχων ωτα ακουειν ακουετω
Mat 13:44 ομοια εστιν η βασιλεια των ουρανων θηνσαυρω κεκρυμμενω εν αγρω ον ευρων τις εκρυψεν και απο τησ χαρας αυτου υπαγει και πωλει παντα οσα εχει και αγοραζει τον αγρον εκεινο_
Mat 13:45 παλιν ομοια εστιν η βασιλεια των ουρανων ανθρωπω ενπορω ζητουντι καλους μαργαρειτας
Mat 13:46 ευρων δε πολυτειμον μαργαρειτην απελθων επωλησεν α ειχεν και ηγορασεν αυτο_
Mat 13:47 παλειν ομοια εστιν η βασιλια των ουρανων σαγηνη βληθειση εις την θαλασσαν και εκ παντος γενους συναγαγουση
Mat 13:48 οτε δε επληρωθη ανεβιβασαν αυτην επι τον αιγιαλον και καθισαντες συνελεξαν τα καλλιστα εις τα αγγια τα δε σαπρα εξω εβαλαν
Mat 13:49 ουτως εστε εν τη συντελεια του κοσμου εξελευσονται οι ανγελοι και αφοριουσιν τους πονηρους εκ μεσου των δικαιων
Mat 13:50 και βαλλουσιν αυτους εις την καμεινον του πυρος εκει εσται ο κλαυθμος και ο βρυγμος των οδοντω_
Mat 13:51 συνηκατε ταυτα παντα λεγουσιν αυτω ναι
Mat 13:52 λεγει αυτοις δια τουτο πας γραμματευς μαθηθευθεις εν τη βασιλεια των ουρανων ομοιος εστιν ανθρωπω οικοδεσποτη οστις εκβαλλει εκ του θησαυρου αυτου καινα και παλαια
Mat 13:53 και εγενετο οτε ετελεσεν ο ιησους τας παραβολας ταυτας μετηρεν εκειθεν
Mat 13:54 και ελθων εις την πατριδα αυτου εδιδασκεν αυτους εν τη συναγωγη αυτων ωστε εκπλησσεσθαι αυτους και λεγειν ποθεν τουτω πασα η σοφεια αυτη και αι δυναμεις
Mat 13:55 ουχ ουτος εστιν ο του τεκτονος υιος ουχι η μητηρ αυτου λεγεται μαριαμ και οι αδελφοι αυτου ιακωβος και ιωαννης και σιμων και ιουδας
Mat 13:56 και αι αδελφαι αυτου ουχι πασαι προς ημας εισιν ποθεν ουν τουτω παντα ταυτα
Mat 13:57 και εσκανδαλιζοντο εν αυτω ο δε ιησους ειπεν αυτοις ουκ εστιν προφητης ατειμος ει μη εν τη πατριδι και εν τη οικεια αυτου
Mat 13:58 και ουκ εποιησεν εκει δυναμεις πολλας δια τας απιστειας αυτων
Mat 14:1 εν εκεινω δε τω καιρω ηκουσεν ηρωδης ο τετραρχης την ακοην ιησου
Mat 14:2 και ειπεν τοις παισιν αυτου μη τι ουτος εστιν ιωανης ο βαπτιστης ον εγω απεκεφαλισα αυτος ηγερθη απο των νεκρων και δια τουτο αι δυναμεις εναργουσιν εν αυτω
Mat 14:3 ο γαρ ηρωδης κρατησας τον ιωαννην εδησεν αυτον εν τη φυλακη δια ηρωδιαδα την γυναικα του αδελφου αυτου
Mat 14:4 ελεγεν γαρ αυτω ιωαννης ουκ εξεστιν σοι εχειν αυτην
Mat 14:5 και θελων αυτον αποκτειναι εφοβηθη τον οχλον οτι ως προφητην αυτον ειχον
Mat 14:6 γενεσειοις δε γενομενοις του ηρωδου ωρχησατο η θυγατηρ αυτου ηρωδιας εν τω μεσω και ηρεσεν τω ηρωδη
Mat 14:7 οθεν μεθ ορκου ωμολογησεν αυτη δουναι ο αν αιτησηται
Mat 14:8 η δε προβιβασθεισα υπο της μητρος αυτης ειπε_ δος μοι ωδε κεφαλην ιωαννου του βαπτιστου
Mat 14:9 και λυπηθεις ο βασιλευς δια τους ορκους και δια τους συνανακειμενους εκελευσεν δοθηναι
Mat 14:10 και πεμψας απεκεφαλισεν τον ιωαννην εν τη φυλακη
Mat 14:11 και ηνεχθη η κεφαλη αυτου επι τω πινακι και εδοθη τω κορασιω και ηνεγκεν τη μητρι αυτης
Mat 14:12 και προσελθοντες οι μαθηται αυτου ηραν το πτωμα αυτου και εθαψαν αυτο και ελθοντες απηγγειλαν τω ιησου
Mat 14:13 ακουσας δε ο ιησους ανεχωρησεν εκειθεν εν πλοιω εις ερημον τοπον κατ ειδιαν και ακουσαντες οι οχλοι ηκολουθησαν αυτω πεζη απο των πολεων
Mat 14:14 και εξελθων ειδεν οχλον πολυν και εσπλαγχνισθη περι αυτων και εθεραπευσε_ τους αρρωστουντας αυτων
Mat 14:15 οψειας δε γενομενης προσηλθον αυτω οι μαθηται αυτου λεγοντες ερημος εστιν ο τοπος και η ωρα ηδη παρηλθεν απολυσον τους οχλους ινα απελθοντες εις τας κωμας αγορασωσιν εαυτοις βρωματα
Mat 14:16 ο δε ειπεν αυτοις ου χρειαν εχουσιν απελθειν δοτε υμεις φαγειν αυτοις
Mat 14:17 οι δε λεγουσιν αυτω ουκ εχομεν ωδε ει μη πεντε αρτους και δυο ιχθυας
Mat 14:18 ο δε ειπεν φερεται μοι αυτους
Mat 14:19 και κελευσας τον οχλον ανακλειθηναι επι τον χορτον ελαβεν τους πεντε αρτους και τους δυο ιχθυας αναβλεψας εις τον ουρανο_ ηυλογησεν και κλασας εδωκεν τοις μαθηταις τους αρτους οι δε μαθηται τοις οχλοις
Mat 14:20 και εφαγον παντες και εχορτασθησαν και ηραν το περισσευον των κλασματων 12 κοφινους πληρεις
Mat 14:21 οι δε αισθιωντες ησαν ανδρες ως πεντακισχειλιοι χωρις παιδιων και γυναικων
Mat 14:22 και ευθεως ηναγκασεν τους μαθητας ενβηναι εις το πλοιον και προαγιν εις το περα_ εως ου απολυση τους οχλους
Mat 14:23 και απολυσας τους οχλους ανεβη εις το ορος καθ ιδιαν προσευξασθαι οψειας δε γενομενης μονος ην εκει
Mat 14:24 το δε πλοιον ην εις μεσον της θαλασσης βασανιζομενον υπο των κυματων η γαρ εναντιος ο ανεμος
Mat 14:25 τεταρτης δε φυλακης της νυκτος απηλθεν περιπατων προς αυτους επι της θαλασσης
Mat 14:26 οι δε μαθηται ιδοντες αυτον επι της θαλασσης περιπατουντα εταραχθησαν λεγοντες οτι φαντασμα εστιν και απο του φοβου εκραξαν
Mat 14:27 ευθυς δε ελαλησεν αυτοις λεγων θαρρειτε εγω ειμει μη φοβεισθαι
Mat 14:28 αποκρειθεις δε αυτω πετρος ειπεν κυριε ει συ ει κελευσον με ελθειν προς σε επι τα υδατα
Mat 14:29 ο δε ειπεν ελθε και καταβας απο του πλοιου πετρος περιεπατησεν επι τα υδατα ελθειν προς τον ιησουν
Mat 14:30 βλεπων δε τον ανεμον ισχυρον εφοβηθη και αρξαμενος καταποντιζεσθαι εκραξεν λεγων κυριε σωσον με
Mat 14:31 ευθεως δε ιησους εκτεινας την χειρα επελαβετο αυτου και λεγει αυτω ολιγοπιστε εις τι εδιστασας
Mat 14:32 και αναβαντων αυτων εις το πλοιον εκοπασεν ο ανεμος
Mat 14:33 οι δε εν τω πλοιω ελθοντες προσεκυνησαν αυτω λεγοντες αληθως υιος θεου ει συ
Mat 14:34 και διαπερασαντες ηλθον επι την γην εις γεννησαρ
Mat 14:35 και επιγνοντες αυτον οι ανδρες του τοπου εκεινου απεστειλαν εις ολην την περιχωρον εκεινην και προσηνεγκαν αυτω παντας τους κακως εχοντας
Mat 14:36 και παρεκαλουν αυτον ινα μονον αψωνται του κρασπεδου του ιματιου αυτου και οσοι ηψαντο διεσωθησαν
Mat 15:1 τοτε προερχονται προς αυτον απο ιεροσολυμων φαρισαιοι και γραμματεις λεγοντες
Mat 15:2 δια τι οι μαθηται σου παραβαινουσιν την παραδοσιν των πρεσβυτερων ου γαρ νιπτοντε τας χειρας αυτων οταν αρτον εσθιωσιν
Mat 15:3 ο δε αποκριθεις ειπεν δια τι και υμεις παραβαιναι την εντολην του θεου δια την παραδοσιν υμων
Mat 15:4 ο γαρ θεος ειπεν τειμα τον πατερα και την μητερα και ο κακολογων πατερα η μητερα θανατω τελευτατω
Mat 15:5 υμεις δε λεγεται ος δ αν ειπη τω πατρι η τη μητρι δωρον ο δ αν εξ εμου ωφεληθης ου μη τειμησει τον πατερα αυτου
Mat 15:6 και ηκυρωσατε τον λογον του θεου δια την παραδοσιν υμων
Mat 15:7 υποκριται καλως επροφητευσεν περι υμων ησαιας λεγων
Mat 15:8 ο λαος ουτος τοις χειλεσιν με τειμα η δε καρδια αυτων πορρω εστιν απ εμου
Mat 15:9 ματην δε σεβονται με διδασκοντες διδασκαλειας ενταλματα ανθρωπων
Mat 15:10 και προσκαλεσαμενος τον οχλον ειπεν αυτοις ακουεται και συνιετε
Mat 15:11 ου παν το εισερχομενο_ εις το στομα κοινωνι τον ανθρωπον αλλα το εκπορευομενον εκ του στοματος εκεινο κοινωνει τον ανθρωπον
Mat 15:12 τοτε προσελθοντες οι μαθηται λεγουσιν αυτω οιδας οτι οι φαρισαιοι ακουσαντες τον λογον εσκανδαλισθησαν
Mat 15:13 ο δε αποκρειθεις ειπεν πασα φυτεια ην ουκ εφυτευσεν ο πατηρ μου ο ουρανιος εκριζωθησεται
Mat 15:14 αφετε τους τυφλους τυφλοι εισιν οδαγοι τυφλος δε τυφλον εαν οδαγη αμφοτεροι ενπεσουνται εις βοθρον
Mat 15:15 αποκριθεις δε ο πετρος ειπεν αυτω φρασον ημειν την παραβολην ταυτην
Mat 15:16 ο δε ειπεν ακνην και υμεις ασυνετοι εστε
Mat 15:17 ου νοειτε οτι παν το εισπορευομενον εις το στομα εις την κοιλειαν χωρει και εις αφεδρωνα εκβαλλεται
Mat 15:18 τα δε εκπορευομενα εκ του στοματος εκ της καρδιας εξερχεται εκεινα κοινωνει τον ανθρωπον
Mat 15:19 εκ γαρ της καρδιας εξερχονται διαλογισμοι πονηροι φονοι μοιχιαι πορνειαι κλοπαι ψευδομαρτυριαι βλασφημεια
Mat 15:20 ταυτα εισιν τα κοινωνουντα τον ανθρωπον το δε ανειπτοις χερσιν φαγειν ου κοινωνει τον ανθρωπον
Mat 15:21 και εξελθων εκειθεν ο ιησους ανεχωρησεν εις τα μερη τυρου και σειδωνος
Mat 15:22 και ιδου γυνη χαναναια απο των οριων εκειω_ εξελθουσα εκραζεν οπισω αυτου λεγουσα ελεησον με κυριε υιος δαυειδ η θυγατηρ μου κακως δαιμονιζεται
Mat 15:23 ο δε ουκ απεκριθη αυτη λογον και προσελθοντες οι μαθηται αυτου ηρωτουν αυτον λεγοντες απολυσον αυτην οτι κραζει οπισθεν ημων
Mat 15:24 ο δε αποκριθεις ειπεν ουκ απεσταλην ει μη εις τα προβατα ταυτα τα απολωλοτα οικου εισραηλ
Mat 15:25 η δε ελθουσα προσεκυνι αυτω λεγουσα κυριε βοηθει μοι
Mat 15:26 ο δε αποκριθεις ειπεν ουκ εξεστιν λαβειν τον αρτον των τεκνων και βαλιν τοις κυναριοις
Mat 15:27 η δε ειπεν ναι κυριε και γαρ τα κυναρια εσθιουσιν απο των ψειχων των πειπτοντων απο της τραπεζης των κυναριων αυτων
Mat 15:28 τοτε αποκριθεις ειπεν αυτη γυναι μεγαλη σου η πιστις γενηθητω σοι ως θελεις και ιαθη η θυγατηρ αυτης απο της ωρας εκεινης
Mat 15:29 και μεταβας εκειθεν ο ιησους ηλθεν παρα την θαλασσαν της γαλιλαιας και αναβας εις το ρος εκαθητο εκει
Mat 15:30 και προσηλθον αυτω οχλοι πολλοι εχοντες μεθ εαυτων χωλους τυφλους κυλλους και ετερους πολλους και εριψαν αυτους υπο τους ποδας αυτου και εθεραπευσεν αυτους παντας
Mat 15:31 ωστε τον οχλον θαυμασαι βλεποντας κωφους λαλουντας και κυλλους υγιεις και χωλους περιπατουντας και τους τυφλους βλεποντας και εδοξασαν τον θεον ισραηλ
Mat 15:32 ο δε ιησους προσκαλεσαμενος τους μαθητας αυτου ειπεν σπλανχνιζομαι επι τον οχλον τουτον οτι ηδη ημεραι 3 εισιν και προσμενουσιν μοι και ουκ εχουσιν τι φαγωσιν και απολυσαι αυτους νηστεις ου θελω
Mat 15:33 και λεγουσιν αυτω οι μαθηται αυτου ποθεν ουν ημειν εν ερημια αρτοι τοσουτοι ωστε χορτασαι οχλον τοσουτον
Mat 15:34 και λεγει αυτοις ο ιησους ποσους αρτους εχεται οι δε ειπον αυτω επτα και ολιγα ιχθυδια
Mat 15:35 και παρανγειλας τω οχλω αναπεσιν επι την γην
Mat 15:36 ελαβεν τους 7 αρτους και τους ιχθυας και ευχαριστησας εκλασεν και εδιδου τοις μαθηταις οι δε μαθηται τω οχλω
Mat 15:37 και εφαγον παντες και εχορτασθησαν τετρακισ[χιλιοι ανδρες]
Mat 15:38 ησαν τετρακισ[χιλιοι ανδρες] χωρις παιδιων και γυναικων
Mat 15:39 και απολυσας τους οχλους ενβαινει εις το πλοιο_ και ηλθεν εις τα ορια της μαγαδαν
Mat 16:1 και προσελθοντες οι φαρισαιοι και σαδδουκαιοι πειραζοντες αυτον επηρωτησαν σημειον εκ του ουρανου επιδειξαι αυτοις
Mat 16:2 ο δε αποκριθεις ειπεν οψειας γενομενης λεγεται ευδεια πυρραζει γαρ ο ουρανος
Mat 16:3 και πρωει σημερον χειμων πυρραζει γαρ στυγναζων ο αηρ το μεν προσωπον του ουρανου γεινωσκεται διακρεινειν τα δε σημια των καιρων ου δυνασθαι
Mat 16:4 γενεα πονηρα ζητει σημιον και σημιαν ου δοθησεται αυτη ει μη το σημιον ιωνα και καταλιπων αυτους απηλθεν
Mat 16:5 και ελθοντες εις το περαν επελαθοντο οι μαθηται αρτους λαβειν
Mat 16:6 ο δε ιησους ειπεν αυτοις ορατε και προσεχετε απο της ζυμης των φαρισαιων και σαδδουκαιων
Mat 16:7 τοτε διελογιζοντο εν εαυτοις λεγοντες οτι αρτους ουκ ελαβομεν
Mat 16:8 γνους δε ο ιησους ειπεν τι διαλογιζεσθαι εν εαυτοις ολιγοπιστοι οτι αρτους ουκ εχεται
Mat 16:9 ουπω νοειτε ουδε μνημονευετε οτε τους πεντε αρτους τοις πεντακισχιλειοις και ποσους κοφινους ελαβεται
Mat 16:10 ουδε τους επτα αρτους τοις τετρακεισχειλειοις και ποσας σφυριδας ελαβετε
Mat 16:11 πως ου νοειτε οτι ου περι αρτου ειπον προσεχετε απο της ζυμης των φαρισαιων και σαδδουκαιων
Mat 16:12 τοτε συνηκαν οτι ουκ ειπεν προσεχειν απο της ζυμης αλλα απο της διδαχης των φαρισαιων και σαδδουκαιων
Mat 16:13 ελθων δε ο ιησους εις τα μερη καισαριας της φιλιππου ηρωτα τους μαθητας λεγων τινα με οι ανθρωποι λεγουσιν ειναι υιον του ανθρωπου
Mat 16:14 οι δε ειπον ιωαννην τον βαπτιστην αλλοι δε ηλειαν ετεροι δε ιηρεμειαν η ενα των προφητων
Mat 16:15 λεγει αυτοις υμεις δε τινα με λεγεται ειναι
Mat 16:16 αποκριθεις δε σιμων πετρος ειπεν αυτω συ ει ο χριστος ο υιος του θεου το σωζοντος
Mat 16:17 αποκριθεις δε ο ιησους ειπεν μακαριος ει σιμων βαριωνα οτι σαρξ και αιμα ουκ απεκαλυψεν σοι αλλ ο πατηρ μου ο εν τοις ουρανοις
Mat 16:18 καγω δε σοι λεγω οτι συ ει πετρος και επι ταυτην την πετραν οικοδομησω την εκκλησιαν μου και πυλαι αδου ου κατισχυσουσιν αυτης
Mat 16:19 σοι δωσω τας κλεις της βασιλειας των ουρανω_ και ο αν δησης επι της γης εσται δεδεμενον εν τοις ουρανοις και ο αν λυσης επι της γης εστε λελυμενον εν τοις ουρανοις
Mat 16:20 τοτε επετειμησεν τοις μαθηταις ινα μηδενι ειπωσιν οτι ουτος εστιν ο χριστος ιησους
Mat 16:21 απο τοτε ηρξατο ιησους δικνυειν τοις μαθηταις αυτου οτι δι αυτον εις ιεροσολυμα απελθειν και πολλα παθειν υπο των πρεσβυτερων και αρχειεραιων και γραμματαιων και αποκτανθηναι και μετα τρεις ημερας αναστηναι
Mat 16:22 και προσλαβομενος αυτον ο πετρος ηρξατο αυτω επειτειμαν και λεγειν ειλεος σοι κυριε ου μη εστε τουτο σοι
Mat 16:23 ο δε επιστραφεις ειπεν τω πετρω υπαγε οπισω μου σατανα σκανδαλον ει εμοι οτι ου φρονεις τα του θεου αλλα του ανθρωπου
Mat 16:24 τοτε ο ιησους ειπεν τοις μαθηταις αυτου ει τεις θελει οπισω μου ελθειν απαρνησασθω εαυτον και αρατω τον σταυρον αυτου και ακολουθειτω μοι
Mat 16:25 ος γαρ αν θελη την ψυχην αυτου σωσαι απολεσει αυτην ος δ αν απολεσει την ψυχην αυτου ενεκεν εμου ευρησει αυτην
Mat 16:26 τι γαρ ωφελειται ανθρωπος εαν τον κοσμον ολον κερδηση την δε ψυχην αυτου ζημιωθη η τι δωσει ανθρωπος ανταλλαγμα της ψυχης αυτου
Mat 16:27 μελλει γαρ ο υιος του ανθρωπου ερχεσθαι εν τη δοξη του πατρος αυτου μετα των αγιων αγγελων αυτου και τοτε αποδωσει εκαστω κατα την πραξιν αυτου
Mat 16:28 αμην λεγω υμειν εισιν τινες των ωδε εστωτων οιτινες ου μη γευσωνται θανατου εως αν ειδωσιν τον υιον του ανθρωπου ερχομενον εν τη βασιλεια αυτου
Mat 17:1 και εγενετο μεθ ημερας εξ παραλαμβανει ο ιησους τον πετρον και τον ιακωβον και τον ιωαννην τον αδελφον αυτου και αναγει αυτους εις ορος υψηλον λειαν
Mat 17:2 και μεταμορφωθεις ο ιησους ενπροσθεν αυτων ελαμψεν το προσωπον αυτου ως ο ηλιος τα δε ειματεια αυτου εγενετο λευκα ως χειων
Mat 17:3 και ιδου ωφθη αυτοις μωυσης και ηλειας μετ αυτου συνλαλουντες
Mat 17:4 αποκριθεις δε ο πετρος ειπεν τω ιησου κυριε καλον εστιν ημας ωδε ειναι ει θελεις ποιησωμεν ωδε τρεις σκηνας σοι μειαν και μωυσει μειαν και ηλεια μειαν
Mat 17:5 ετι αυτου λαλουντος ιδου νεφελη φωτεινη επεσκιαζεν αυτους και ιδου φωνη εκ της νεφελης λεγουσα ουτος εστιν ο υιος μου ο αγαπητος εν ω ηυδοκησα ακουετε αυτου
Mat 17:6 ακουσαντες δε οι μαθηται επεσαν επι προσωπον αυτων και εφοβηθησαν σφοδρα
Mat 17:7 και προσηλθεν ο ιησους και ηψατο αυτων και ειπεν εγειρεσθαι και μη φοβεισθαι
Mat 17:8 επερεντες δε τους οφθαλμους αυτων ουδενα ειδον ει μη μονον τον ιησουν
Mat 17:9 και καταβαινοντες εκ του ορ[ου]σ ενετειλατο αυτοις ο ιησους λεγων μηδενει ειπητε το οραμα εως ου ο υιος του ανθρωπου εκ νεκρων εγερθη
Mat 17:10 και επηρωτησαν αυτον οι μαθηται αυτου λεγοντες τι ουν οι γραμματεις λεγουσιν οτι ηλειαν δει ελθειν πρωτον
Mat 17:11 ο δε αποκριθεις ειπεν ηλειας μεν ερχεται αποκαταστησαι παντα
Mat 17:12 λεγω δε υμειν οτι ηλειας ηδη ηλθεν και ουκ επεγνωσαν αυτον αλλα εποιησαν αυτω οσα ηθελησαν
Mat 17:13 τοτε συνηκαν οι μαθηται οτι περι ιωαννου του βαπτιστου ειπεν αυτοις ουτως και ο υιος του ανθρωπου μελλει πασχι υπ αυτω_
Mat 17:14 και ελθων προς τον οχλον προσηλθεν αυτω ανθρωπος γονυπετων ενπροσθεν αυτου
Mat 17:15 και λεγων κυριε ελεησον μου τον υιον οτι σεληνιαζεται και κακως πασχει πολλακις γαρ πιπτει εις το πυρ και ενιοτε εις το υδωρ
Mat 17:16 και προσηνεγκα αυτον τοις μαθηταις σου και ουκ ηδυνηθησαν θεραπευσαι αυτον
Mat 17:17 αποκριθεις δε ο ιησους ειπεν ω γενεα απιστος και διεστραμμενη εως ποτε μεθ υμων εσομαι εως ποτε ανεξομαι υμων φερετε μοι αυτον ωδε
Mat 17:18 και επετειμησεν αυτω ο ιησους και εξηλθεν απ αυτου το δαιμονιον και εθαραπευθη ο παις απο της ωρας εκεινης
Mat 17:19 τοτε προσελθοντες οι μαθηται τω ιησου καθ ιδιαν ειπον δια τι ημεις ουκ ηδυνηθημεν εκβαλειν αυτο
Mat 17:20 οδε λεγει αυτοις δια την απιστειαν υμων αμην γαρ λεγω υμειν εαν εχητε πιστιν ως κοκκος σιναπεως ερειτε τω ορει τουτω μεταβηθει ενθεν εκει και μεταβησεται και ουδεν αδυνατησει υμειν
Mat 17:21 τουτο δε το γενος ουκ εκπορευεται ει μη εν προσευχη και νηστεια
Mat 17:22 αυτων δε αναστρεφομενων εν τη γαλειλαια ειπεν αυτοις ο ιησους μελλει ο υιος του ανθρωπου παραδιδοσθαι εις χειρας ανθρωπων
Mat 17:23 και αποκτεινουσιν αυτον και μετα τρεις ημερας εγερθησεται και ελυπηθησαν σφοδρα
Mat 17:24 και ελθοντων αυτων εις καφαρναουμ προσηλθον οι τα διδραγματα λαμβανοντες και ειπαν τω πετρω ο διδασκαλος υμων ου τελει δειδραγμα
Mat 17:25 λεγει ναι και εισελθοντι εις την οικειαν προεφθασεν αυτον ο ιησους λεγων τι σοι δοκει σιμων οι βασιλεις της γης απο τινων λαμβανουσιν τελη η κηνσον απο των υιων αυτων η απο των αλλοτριων
Mat 17:26 λεγει αυτω απο των αλλοτριων εφη αυτω ο ιησους αρα γε ελευθεροι εισιν οι υιοι
Mat 17:27 ινα δε μη σκανδαλεισωμεν αυτους πορευθεις εις την θαλασσαν βαλε ανκιστρο_ και τον αναβαντα πρωτον ιχθυν αρον και ανοιξας το στομα αυτου ευρησεις εκει στατηρα εκεινον λαβων δος αυτοις αντι εμου και σου
Mat 18:1 εν εκεινη τη ωρα προσηλθον οι μαθηται τω ιησου λεγοντες τις αρα μειζω εστιν εν τη βασιλεια των ουρανων
Mat 18:2 και προσκαλεσαμενος ο ιησους παιδιον εν εστησεν αυτο εν μεσω αυτων
Mat 18:3 και ειπεν αμην λεγω υμειν εαν μη στραφηται και γενησθε ως τα παιδια ου μη εισελθητε εις την βασιλειαν των ουρανων
Mat 18:4 οστις ουν ταπεινωσει εαυτον ως το παιδιον τουτο ουτος εστιν ο μειζων εν τη βασειλεια των ουρανων
Mat 18:5 και ος αν δεξηται εν παιδιον τοιουτον επι τω ονοματι μου εμε δεχεται
Mat 18:6 ος δ αν σκανδαλειση ενα των μεικρων τουτω_ των πιστευοντων εις εμε συνφερει αυτω ινα κρεμασθη μυλος ονικος επι τον τραχηλον αυτου και καταποντισθη εν τω πελαγει της θαλασσης
Mat 18:7 ουαι τω κοσμω απο των σκανδαλων αναγκη γαρ εστιν ελθειν τα σκανδαλα πλην δε ουαι τω ανθρωπω δι ου το σκανδαλον ερχεται
Mat 18:8 ει δε η χειρ σου η ο πους σου σκανδαλιζει σε εκκοψον αυτον και βαλε απο σου καλον σοι εστιν εισελθειν εις την ζωην χωλον η κυλλον η δυο ποδας η δυο χειρας εχοντα βληθηναι εις το πυρ το αιωνιον
Mat 18:9 το αυτο ει και ο οφθαλμος σου σκανδαλιζει σε εξελε αυτον και βαλε απο σου καλον σοι εστιν μονοφθαλμον εις την ζωην εισελθειν η δυο οφθαλμους εχοντα βληθηναι εις την γεενναν
Mat 18:10 ορατε μη καταφρονησηται ενος τουτων των μεικρων των πιστευοντων εις εμε λεγω γαρ υμειν οτι οι αγγελοι αυτων εν ουρανοις δια παντος βλεπουσιν το προσωπον του πατρος μου του εν τοις ουρανοις
Mat 18:11 ηλθεν γαρ ο υιος του ανθρωπου σωσαι το απολωλος
Mat 18:12 τι δε υμειν δοκει εαν γενηται τινι ανθρωπω εκατον προβατα και πλανηθη εν εξ αυτων ουχι αφιησιν τα ενενηκοντα εννεα επι τα ορη και πορευομενος ζητει το πλανωμενον
Mat 18:13 και εαν γενηται ευρειν αυτο αμην λεγω υμειν οτι χαιρει επ αυτω μαλλον η επι τοις 99 τοις μη πεπλανημενοις
Mat 18:14 ουτως ουκ εστιν θελημα ενπροσθεν του πατρος ημων του εν τοις ουρανοις ινα αποληται εν των μεικρων τουτων
Mat 18:15 εαν δε αμαρτηση εις σε ο αδελφος σου υπαγε ελενξον αυτον μεταξυ σου και αυτου μονου εαν σου ακουση εκερδησες τον αδελφον σου
Mat 18:16 εαν δε μη ακουση παραλαβε μετα σου ετι ενα η δυο ινα επι στοματος δυο η τρειων σταθη παν ρημα
Mat 18:17 εαν δε παρακουση αυτων ειπε τη εκκλησεια εαν δε και της εκκλησειας παρακουση εστω σοι ωσπερ ο εθνικος και ως ο τελωνης
Mat 18:18 αμην λεγω υμειν οσα αν δησητε επι της γης εστε λελυμενα εν τοις ουρανοις
Mat 18:19 παλιν λεγω υμειν οτι δυο εαν συνφωνησουσι_ εξ υμων επι της γης περι παντος του πραγματος ου αν αιτησωνται γενησεται αυτοις παρα του πατρος μου του εν ουρανοις
Mat 18:20 ουκ εισιν γαρ δυο η τρεις συνηγμενοι εις το εμον ονομα παρ οις ουκ ειμει εν μεσω αυτων
Mat 18:21 τοτε προσελθων πετρος ειπεν αυτω κυριε ποσακεις αμαρτησει εις εμε ο αδελφος μου και αφησω αυτω εως επτακις
Mat 18:22 λεγει αυτω ο ιησους ου λεγω σοι εως επτακις αλλα εως εβδομηκοντακις επτακις
Mat 18:23 δια τουτο ωμοιωθη η βασιλεια των ουρανων ανθρωπω βασιλει ος ηθελησεν συναραι λογο_ μετα των δουλων αυτου
Mat 18:24 αρξαμενου δε αυτου συναιρειν προσηχθη αυτω εις οφειλετης μυριων ταλαντων
Mat 18:25 μη εχοντος δε αυτου αποδουναι εκελευσεν αυτον ο κυριος πραθηναι και την γυναικα αυτου και τα τεκνα και παντα οσα ειχεν και αποθηναι
Mat 18:26 πεσων δε ο δουλος εκεινος προσεκυνει αυτω λεγων μακροθυμησον επ εμε και παντα αποδωσω
Mat 18:27 σπλανχνισθεις δε ο κυριος του δουλου εκεινου απελυσεν αυτον και το δανιον αφηκεν αυτω
Mat 18:28 εξελθων δε ο δουλος εκεινος ευρεν ενα των συνδουλων αυτου ος ωφειλεν αυτω δηναρια 100 και κρατησας αυτον επνειγεν λεγων αποδος ει τι οφειλεις
Mat 18:29 πεσων ουν ο συνδουλος αυτου παρεκαλει αυτο_ λεγων μακροθυμησον επ εμε καγω αποδωσω σοι
Mat 18:30 ο δε ουκ ηθελησεν αλλα απελθων εβαλεν αυτον εις φυλακην εως ου αποδω το οφειλομενον
Mat 18:31 ιδοντες ουν οι συνδουλοι αυτου τα γεινομενα ελυπηθησαν σφοδρα και ελθοντες διεσαφησαν τω κυριω αυτων παντα τα γενομενα
Mat 18:32 τοτε προσκαλεσαμενος αυτον ο κυριος αυτου λεγει δουλε πονηρε πασαν την οφειλην εκεινη_ αφηκα σοι επι παρεκαλεσας με
Mat 18:33 ουκ εδι ουν και σε ελεησε τον συνδουλον σου ως καγω σε ηλεησα
Mat 18:34 και οργισθεις ο κυριος αυτου παρεδωκεν αυτον τοις βασανισταις εως ου αποδω το οφειλομενον
Mat 18:35 ουτως και υμειν ποιησει ο πατηρ μου ο ουρανιος εαν μη αφητε εκαστος τω αδελφω αυτου απο των καρδιων υμων
Mat 19:1 και εγενετο οτε ελαλησεν ο ιησους τους λογους τουτους μετηρεν απο της γαλειλαιας και ηλθεν εις τα ορια της ιουδαιας περαν του ιορδανου
Mat 19:2 και ηκολουθησαν αυτω οχλοι πολλοι και εθεραπευσεν αυτους εκει
Mat 19:3 και προσηλθον αυτω οι φαρισαιοι πειραζοντες αυτον και λεγουσιν αυτω ει εξεστιν ανθρωπω απολυσαι την γυναικα αυτου κατα πασαν αιτειαν
Mat 19:4 ο δε αποκριθεις ειπεν ουκ ανεγνωτε οτι ο ποιησας απ αρχης αρσεν και θηλυν εποιησεν αυτους
Mat 19:5 και ειπεν ενεκεν τουτου καταλειψει ανθρωπος τον πατερα και την μητερα και κολληθησεται τη γυναικει αυτου και εσονται οι δυο εις σαρκα μειαν
Mat 19:6 ωστε ουκετι εισιν δυο αλλα μεια σαρξ ο ουν ο θεος συνεζευξεν εις εν ανθρωπος μη αποχωριζετω
Mat 19:7 λεγουσιν αυτω τι ουν ο μωυσης ενετειλατο δουναι βιβλιον αποστασειου και απολυσαι
Mat 19:8 και λεγει αυτοις οτι προς την σκληροκαρδιαν υμων επετρεψεν υμειν μωυσης απολυσαι τας γυναικας υμων απ αρχης δε ουκ εγενετο ουτως
Mat 19:9 λεγω δε υμειν ος αν απολυση την γυναικα αυτου παρεκτος λογου πορνειας και γαμηση αλλην μοιχαται
Mat 19:10 λεγουσιν αυτω οι μαθηται αυτου ει ουτως εστιν η αιτεια του ανδρος μετα της γυναικος ου συνφερει γαμησαι
Mat 19:11 ο δε ειπεν αυτοις ου παντες χωρουσιν τον λογον τουτον αλλ οις δεδοται
Mat 19:12 εισιν γαρ ευνουχοι οιτινες εκ κοιλειας μητρος εγεννηθησαν ουτως και εισιν ευνουχοι οιτινες ηυνουχισθησαν υπο των ανθρωπων και εισιν ευνουχοι οιτινες ευνουχισαν εαυτους δια την βασιλειαν των ουρανων ο δυναμενος χωρειν χωρειτω
Mat 19:13 τοτε προσηνεχθησαν αυτω παιδια ινα επιθη τας χειρας αυτοις και προσευξητε οι δε μαθηται επετειμησαν αυτοις
Mat 19:14 ο δε ιησους ειπεν αυτοις αφεται τα παιδια και μη κωλυσητε αυτα ελθειν προς με των γαρ τοιουτων εστιν η βασιλεια των ουρανω_
Mat 19:15 και επιθεις τας χειρας αυτοις επορευθη εκειθε_
Mat 19:16 και ιδου εις προσελθων λεγει αυτω διδασκαλε τι αγαθον ποιησω ινα σχω ζωην αιωνιον
Mat 19:17 ο δε ειπεν αυτω τι με ερωτας περι αγαθου εις εστιν αγαθος ει δε θελεις εις την ζωην ελθει_ τηρει τας εντολας
Mat 19:18 λεγει αυτω ποιας ο δε ιησους ειπεν ου φονευσεις ου μοιχευσεις ου κλεψεις ου ψευδομαρτυρησεις
Mat 19:19 τειμα τον πατερα και την μητερα και αγαπησεις τον πλησειον σου ως σεαυτον
Mat 19:20 λεγει αυτω ο νεανισκος ταυτα παντα εφυλαξα εκ νεοτητος τι ετι υστερω
Mat 19:21 εφη αυτω ο ιησους ει θελεις τελειος ειναι υπαγε πωλησον σου τα υπαρχοντα και δος τοις πτωχοις και εξεις θησαυρον εν ουρανοις και δευρο ακολουθει μοι
Mat 19:22 ακουσας ο νεανισκος τον λογον απηλθεν λυπουμενος ην γαρ εχων κτηματα πολλα
Mat 19:23 ο δε ιησους ειπεν τοις μαθηταις αυτου αμην λεγω υμειν οτι πλουσιος δυσκολως εισελευσεται εις την βασιλειαν των ουρανων
Mat 19:24 παλιν δε λεγω υμειν ευκοπωτερον εστιν καμηλον δια τρυπηματος ραφιδος διελθειν η πλουσιον εισελθειν εις την βασιλειαν του θεου
Mat 19:25 ακουσαντες δε οι μαθηται εξεπλησσοντο και εφοβηθησαν σφοδρα λεγοντες τις αρα δυναται σωθηναι
Mat 19:26 ενβλεψας δε ο ιησους ειπεν αυτοις παρα ανθρωποις τουτο δυνατον εστιν παρα δε τω θεω παντα δυνατα εστιν
Mat 19:27 τοτε αποκριθεις ο πετρος ειπεν αυτω ιδου ημεις αφηκαμεν παντα και ηκολουθηκαμεν σοι τι αρα εστε ημειν
Mat 19:28 ο δε ιησους ειπεν αυτω αμην λεγω υμειν οτι υμεις οι ακολουθησαντες μοι εν τη παλινγενεσεια οταν καθιση ο υιος του ανθρωπου επι θρονου δοξης αυτου καθισεσθε και αυτοι επι δεκαδυο θρονους κρεινοντες 12 φυλας του ισραηλ
Mat 19:29 και πας οστις αφηκεν οικειας η αδελφους η αδελφας η μητερα η τεκνα η αγρους ενεκα του ονοματος μου εκατονταπλασιον λημψεται και ζωην αιωνιον κληρονομησει
Mat 19:30 πολλοι δε εσονται πρωτοι αισχατοι και αισχατοι πρωτοι
Mat 20:1 ομοια γαρ εστιν η βασιλεια των ουρανων ανθρωπω οικοδεσποτη οστις εξηλθεν αμα πρωι μεισθωσασθαι εργατας εις τον αμπελωνα αυτου
Mat 20:2 συμφωνησας δε μετα των εργατων εκ δηναριου την ημεραν απεστειλεν αυτους εις τον αμπελωνα αυτου
Mat 20:3 και διεξελθων περι ωραν τριτην ευρεν αλλους εστωτας εν τη αγορα αργους
Mat 20:4 κακεινοις ειπεν υπαγεται και υμεις εις τον αμπελωνα και ο αν η δικαιον δωσω υμειν
Mat 20:5 οι δε απηλθον παλιν δε εξελθων περι ωραν εκτην και ενδεκατην εποιησεν ωσαυτως
Mat 20:6 περι δε την ενδεκατην εξηλθεν και ευρεν αλλους εστωτας και λεγει αυτοις τι ωδε εστηκατε ολην την ημεραν αργοι
Mat 20:7 λεγουσιν αυτω οτι ουδεις ημας εμεισθωσατο λεγει αυτοις υπαγεται και υμεις εις τον αμπελωνα μου
Mat 20:8 οψειας δε γενομενης λεγει ο κυριος του αμπελωνος τω επιτροπω αυτου καλεσον τους εργατας και αποδος αυτοις τον μισθον αρξαμενος απο των αισχατων εως των πρωτων
Mat 20:9 ελθοντες ουν οι περι την ενδεκατην ωραν ελαβον ανα δηναριον
Mat 20:10 και ελθοντες οι πρωτοι ενομισαν οτι πλειω λημψονται ελαβον δε και αυτοι ανα δηναριον
Mat 20:11 λαβοντες δε εγονγυσαν κατα του οικοδεσποτου
Mat 20:12 λεγοντες ουτοι οι αισχατοι μιαν ωραν εποιησαν και ισους αυτους ημειν εποιησας τοις βαστασασιν το βαρος της ημερας και τον καυσωνα
Mat 20:13 ο δε αποκρειθις ενι αυτων ειπεν εταιρε ουκ αδικω σε ουχι δηναριου συνεφωνησας μοι
Mat 20:14 αρον το σον και υπαγε θελω δε τω αισχατω τουτω δουναι ως και σοι
Mat 20:15 ουκ εστιν μοι ο θελω ποιησαι εν τοις εμοις η ο οφθαλμος σου πονηρος εστιν οτι εγω αγαθος ειμει
Mat 20:16 ουτως εσονται οι αισχατοι πρωτοι και οι πρωτοι αισχατοι πολλοι γαρ εισιν κλητοι ολιγοι δε εκλεκτοι
Mat 20:17 και αναβαινων ο ιησους εις ιεροσολυμα παρελαβεν τους 12 κατ ιδιαν εν τη οδω και ειπεν αυτοις
Mat 20:18 ιδου αναβενομεν εις ιεροσολυμα και ο υιος του ανθρωπου παραδοθησεται τοις αρχιερευσιν και γραμματευσιν και κατακρεινουσιν αυτον θανατω
Mat 20:19 και παραδωσουσιν αυτον τοις εθνεσιν εις το ενπαιξαι και μαστειγωσαι και σταυρωσαι και τη τριτη ημερα αναστησεται
Mat 20:20 τοτε προσηλθεν αυτω η μητηρ των υιων ζεβεδεου μετα των υιων αυτης προσκυνουσα και αιτουσα τι απ αυτου
Mat 20:21 ο δε ειπεν αυτη τι θελεις λεγει αυτω ειπε ινα καθισωσιν ουτοι οι δυο υιοι μου εις εκ δεξιων σου και εις εξ ευωνυμων εν τη βασιλεια σου
Mat 20:22 αποκριθεις δε ο ιησους ειπεν ουκ οιδατε τι αιτειτε δυνασθαι το ποτηριον πειειν ο εγω μελλω πεινειν λεγουσιν δυναμεθα
Mat 20:23 λεγει αυτοις ο ιησους το μεν ποτηριον μου πιεσθε το δε καθεισαι εκ δεξιων μου και εξ ευωνυμων ουκ εστιν εμον τουτο δουναι αλλ οις ητοιμασται υπο του πατρος μου
Mat 20:24 και ακουσαντες οι δεκα ηγανακτησαν περι των δυο αδελφων
Mat 20:25 ο δε ιησους προσκαλεσαμενος αυτους ειπεν αυτοις οιδατε οτι οι αρχοντες των εθνων κατακυριευουσιν αυτων και οι μεγαλοι κατεξουσιαζουσιν αυτων
Mat 20:26 ουχ ουτως εστιν εν υμειν αλλ ος αν θελη εν υμειν μεγας γενεσθε εστε υμων διακονος
Mat 20:27 και ος αν θελη εν υμειν ειναι πρωτος εστε υμων δουλος
Mat 20:28 ωσπερ ο υιος του ανθρωπου ουκ ηλθεν διακονηθηναι αλλα διακονησαι και δουναι την ψυχην αυτου λυτρον αντι πολλων υμεις δε ζητειτε εκ μεικρου αυξησαι και εκ μειζονος ελαττον ειναι εισερχομενοι δε και παρακληθεντες δειπνησαι μη ανακλεινεσθαι εις τους εξεχοντας τοπους μη ποτε ενδοξοτερος σου επελθη και προσελθων ο δειπνοκλητωρ ειπη σοι ετι κατω χωρει και καταισχυνθηση εαν δε αναπεσης εις τον ηττονα τοπον και επελθη σου ηττων ερει σοι ο δειπνοκλητωρ συναγε ετι ανω και εσται σοι τουτο χρησιμον
Mat 20:29 και εκπορευομενων αυτων απο ιεριχω ηκολουθησαν αυτω οχλοι πολλοι
Mat 20:30 και ιδου δυο τυφλοι καθημενοι παρα την οδον ηκουσαν οτι ιησους παραγει και εκραξαν λεγοντες ελεησον ημας υιε δαυειδ
Mat 20:31 ο δε οχλος επετειμησεν αυτοις υνα σειωπησωσιν οι δε μειζον εκραξαν λεγοντες κυριε ελεησον ημας υιε δαυειδ
Mat 20:32 και στας ο ιησους εφωνησεν αυτους και ειπεν τι θελεται ποιησω υμειν
Mat 20:33 λεγουσιν αυτω κυριε ινα ανυγωσιν οι οφθαλμοι ημων
Mat 20:34 σπλανχνισθε ο ιησους ο ιησους ηψατο των ομματων αυτων και ευθεως ανεβλεψαν και ηκολουθησαν αυτω
Mat 21:1 και οτε ηγγισαν εις ιεροσολυμα και ηλθον εις βηθφαγε προς το ορος των ελαιω_ τοτε ιησους απεστειλεν δυο μαθητας
Mat 21:2 λεγων αυτοις πορευεσθαι εις την κωμην την κατεναντι υμω_ και ευθεως ευρησεται ονον δεδεμενην και πωλον μετ αυτης λυσαντες αγεται μοι
Mat 21:3 και αν τις υμιν ειπη τι ποιειται ερειτε οτι ο κυριος αυτων εχει χρειαν και ευθεως αποστελει αυτους
Mat 21:4 τουτο δε γεγονεν ινα πληρωθη το ρηθεν δια του προφητου λεγοντος
Mat 21:5 ειπατε τη θυγατρι σιων ιδου ο βασιλευς σου ερχεται σοι πραυς επιβεβηκως επι ονον και πωλον υιον υποζυγιον
Mat 21:6 πορευθεντες δε οι μαθηται εποιησαν καθως συνεταξεν αυτοις ο ιησους
Mat 21:7 και ηγαγον την ονον και τον πωλον και επεθηκαν επ αυτον τα ειματεια και εκαθητο επανω αυτου
Mat 21:8 ο δε πλειστος οχλος εστρωσαν αυτων τα ειματεια εν τη οδω αλλοι δε εκοπτον κλαδους απο των δενδρων και εστρωσαν εν τη οδω
Mat 21:9 οι δε οχλοι οι προαγοντες αυτον και οι ακολουθουντες εκραζαν λεγοντες οσσανα τω υιω δαυειδ ευλογημενος ο ερχομενος εν ονοματι κυριου οσσανα εν τοις υψιστοις
Mat 21:10 και εισελθοντος αυτου εις ιεροσολυμα εσεισθη πασα η πολεις λεγουσα τις εστιν ουτος
Mat 21:11 οι δε πολλοι ειπον ουτος εστιν ο προφητης ιησους απο ναζαρεθ της γαλιλαιας
Mat 21:12 και εισηλθεν ο ιησους εις το ιερον του θεου και εξεβαλε παντας τους πωλουντας και αγοραζοντας εν τω ιερω και τας τραπεζας των κολλυβιστων κατεστρεψε_ και τας καθεδρας των πωλουντων τας περιστερας
Mat 21:13 και λεγει αυτοις γεγραπται οικος μου οικος προσευχης κληθησεται υμεις δε αυτον εποιησατε σπηλαιον ληστων
Mat 21:14 και προσηλθον αυτω τυφλοι και χωλοι εν τω ιερω και εθεραπευσεν αυτους
Mat 21:15 ειδοντες δε οι αρχιερεις και οι γραμματεις τα θαυμασια α εποιησεν και τους παιδας τους κραζοντας εν τω ιερω και λεγοντας οσσανα τω υιω δαυειδ ηγανακτησαν
Mat 21:16 και ειπαν αυτω ακουεις τι ουτοι λεγουσιν ο δε ιησους λεγει αυτω ναι ουδεποτε ανεγνωτε εκ στοματος νηπειων και θηλαζοντων καταρτεισω αινον
Mat 21:17 και καταλειπων αυτους εξηλθεν εξω της πολεως εις βηθανειαν και ηυλισθη εκει
Mat 21:18 πρωι δε παραγων εις την πολιν επεινασεν
Mat 21:19 και ειδων συκην μειαν επι της οδου ηλθεν επ αυτην και ουδεν ευρεν εν αυτη ει μη φυλλα μονον και λεγει αυτη μηκετι εξ ου καρπος γενηται εις τον αιωνα και εξηρανθη παραχρημα η συκη
Mat 21:20 και ιδοντες οι μαθηται εθαυμασαν λεγοντες πως παραχρημα εξηρανθη η συκη
Mat 21:21 αποκρεις δε ο ιησους ειπεν αυτοις αμην λεγω υμειν εαν εχητε πιστιν και μη διακριθηται ου μονον το της συκης ποιησετε αλλα και τω ορει τουτω εαν ειπητε αρθητι και βληθητι εις την θαλασσαν γενησεται
Mat 21:22 και παντα οσα αιτητετε εν τη προσευχη πιστευοντες λημψεσθαι
Mat 21:23 και ελθοντος αυτου εις το ιερον προσηλθον αυτω διδασκοντει οι αρχιερεις και οι πρεσβυτεροι του λαου λεγοντες εν ποια εξουσεια ταυτα ποιεις και τις σοι εδωκεν την εξουσειαν ταυτην
Mat 21:24 αποκρειθεις δε ο ιησους ειπεν αυτοις επερωτησω υμας καγω ενα λογον εαν ειπητε μοι καγω υμειν ερω εν ποια εξουσια ταυτα ποιω
Mat 21:25 το βαπτισμα ιωαννου ποθεν ην εξ ουρανου η εξ ανθρωπων οι δε διελογιζοντο παρ εαυτοις λεγοντες εαν ειπωμεν εξ ουρανου ερει ημειν δια τι ουκ επιστευσατε αυτω
Mat 21:26 εαν δε ειπωμεν εξ ανθρωπων φοβουμεθα τον οχλον παντες γαρ εχουσιν τον ιωαννην ως προφητην
Mat 21:27 και αποκρειθεντες τω ιησου ειπαν ουκ οιδαμεν εφη αυτοις και αυτος ουδε εγω λεγω υμειν εν ποια εξουσεια ταυτα ποιω
Mat 21:28 τι δε υμιν δοκει ανθρωπος ειχεν τεκνα δυο και προσελθων τω πρωτω ειπεν τεκνον υπαγε σημερον εργαζου εις το αμπελωνα
Mat 21:29 ο δε αποκρειθεις ειπεν ου θελω υστερον δε μεταμεταμεληθεις απηλθεν εις τον αμπελωνα
Mat 21:30 προσελθων δε τω ετερω ειπεν ωσαυτως ο δε αποκρειθεις ειπεν εγω κυριε υπαγω και ουκ απηλθεν
Mat 21:31 τις εκ των δυω το θελημα του πατρος εποιησεν λεγουσιν ο αισχατος λεγει αυτοις ο ιησους αμην λεγω υμειν οτι οι τελωναι και αι πορναι προαγουσιν υμας εις την βασιλειαν του θεου
Mat 21:32 ηλθεν γαρ προς υμας ιωαννης εν οδω δικαιοσυνης και ουκ επιστευσαται αυτω οι δε τελωναι και αι πορναι επιστευσαν αυτω υμεις δε ειδοντες μετεμεληθητε υστερον του πιστευσαι αυτω
Mat 21:33 αλλην παραβολην ακουσατε ανθρωπος ην οικοδεσποτης οστις εφυτευσεν αμπελωνα και φραγμον αυτω περιεθηκεν και ωρυξεν εν αυτω ληνον και ωκοδομησεν πυργον και εξεδοτο αυτον γεωργοις και απεδημησεν
Mat 21:34 οτε δε ηγγισεν ο καιρος των καρπων απεστειλεν τους δουλους αυτου προς τους γεωργους λαβιν τους καρπους αυτου
Mat 21:35 και λαβοντες οι γεωργοι τους δουλους αυτου ον μεν εδειραν ο δε απεκτειναν ον δε ελειθοβολησαν
Mat 21:36 παλιν ουν απεστειλεν αλλους δουλους πλιονας των πρωτων και εποιησαν αυτοις ωσαυτως
Mat 21:37 υστερον δε απεστειλεν αυτοις τον υιον αυτου λεγων εντραπησοντε τον υιον μου
Mat 21:38 οι δε γεωργοι ιδοντες τον υιον ειπον εν εαυτοις ουτος εστιν ο κληρονομος δευτε αποκτεινωμεν αυτον και σχωμεν την κληρονομιαν αυτου
Mat 21:39 και λαβοντες αυτον απεκτειναν και εξεβαλαν εξω του αμπελωνος
Mat 21:40 οταν ουν ελθη ο κυριος του αμπελωνος τι ποιησει τοις γεωργοις εκεινοις
Mat 21:41 λεγουσιν αυτω κακους κακως απολεσει αυτους και τον αμπελωνα εκδωσεται αλλοις γεωργοις οιτινες αποδωσουσιν αυτω τους καρπους εν τοις καιροις αυτων
Mat 21:42 λεγει αυτοις ο ιησους ουδεποτε ανεγνωτε εν ταις γραφαις λιθον ον απεδοκειμασαν οι οικοδομουντες ουτος εγενηθη εις κεφαλην γωνειας παρα κυριου εγενετο αυτη και εστιν θαυμαστη εν οφθαλμοις υμων
Mat 21:43 δια τουτο λεγω υμειν οτι αρθησεται αφ υμων η βασιλεια του θεου και δοθησεται εθνει ποιουντι τους καρπους αυτης
Mat 21:44 
Mat 21:45 και ακουσαντες οι αρχιερεις και οι φαρισαιοι τας παραβολας αυτου εγνωσαν οτι περι αυτων λεγει
Mat 21:46 και ζητουντες αυτον κρατησαι εφοβηθησαν τους οχλους επι ως προφην αυτον ειχον
Mat 22:1 και αποκριθεις ο ιησους παλιν ειπεν εν παραβολαις αυτοις λεγων
Mat 22:2 ωμοιωθη η βασιλεια των ουρανων ανθρωπω βασιλει οστις εποιησεν γαμους τω υιω αυτου
Mat 22:3 και απεστειλεν τους δουλους αυτου καλεσαι τους κεκλημενους εις τους γαμους και ουκ ηθελον ελθειν
Mat 22:4 παλιν απεστειλεν αλλους δουλους λεγων ειπατε τοις κεκλημενοις ιδου το αριστον μου ητοιμακα οι ταυροι μου και τα σειτιστα τεθυμενα και παντα ετοιμα δευτε εις τους γαμους
Mat 22:5 οι δε αμελησαντες απηλθον οι μεν εις τον ειδιον αγρον οι δε επι την εμπορειαν αυτων
Mat 22:6 οι δε λοιποι κρατησαντες τους δουλους αυτου υβρεισαν και απεκτειναν
Mat 22:7 εκεινος ο βασιλευς ακουσας ωργισθη και πεμψας το στρατευμα αυτου απωλεσεν τους φονεις εκεινους και την πολιν αυτων ενεπρησεν
Mat 22:8 τοτε λεγει τοις δουλοις αυτου ο μεν γαμος ετοιμος εστιν οι δε κεκλημενοι ουκ ησαν αξιοι
Mat 22:9 πορευεσθαι ουν επι τας διεξοδους των οδων και οσους αν ευρητε καλεσατε εις τους γαμους
Mat 22:10 και εξελθοντες οι δουλοι αυτου εις τας οδους συνηγαγον παντας ους ευρον πονηρους τε και αγαθους και επλησθη ο γαμος των ανακειμενων
Mat 22:11 εισελθων δε ο βασιλευς θεασασθαι τους ανακειμενους ειδεν εκει ανθρωπον μη ενδεδυμενον ενδυμα γαμου
Mat 22:12 και λεγει αυτω ετεραι πως ηλθες ωδε μη εχων ενδυμα γαμου ος δε εφειμωθη
Mat 22:13 τοτε ειπεν ο βασιλευς τοις διακονοις αρατε αυτον ποδων και χειρων και βαλεται αυτον εις το σκοτος το εξωτερον εκει εσται ο κλαυθμος και ο βρυγμος των οδοντων
Mat 22:14 πολλοι γαρ εισιν κλητοι ολιγοι δε εκλεκτοι
Mat 22:15 τοτε πορευθεντες οι φαρισαιοι συνβουλιον ελαβον πως αυτον παγιδευσωσι_ εν λογω
Mat 22:16 και αποστελλουσιν προς αυτον τους μαθητας αυτων μετα των ηρωδιανων λεγοντες διδασκαλε οιδαμεν οτι αληθης ει και την οδον του θεου επ αληθεια διδασκεις και ου μελει σοι περι ουδενος ου γαρ βλεπεις εις προσωπον ανθρωπων
Mat 22:17 τι σοι δοκει εξεστιν δουναι κηνσον καισαρι η ου
Mat 22:18 γνους δε ο ιησους την πονηριαν αυτων ειπεν τι με πειραζεται υποκρειται
Mat 22:19 επιδειξατε μοι το νομισμα του κηνσου οι δε προσηνεγκαν αυτω δηναριον
Mat 22:20 λεγει αυτοις ο ιησους τινος η εικων αυτη και η επιγραφη
Mat 22:21 λεγουσιν αυτω καισαρος τοτε λεγει αυτοις αποδοτε τα καισαρος τω καισαρι και τα του θεου τω θεω
Mat 22:22 και ακουσαντες εθαυμασαν και αφεντες αυτον απηλθαν
Mat 22:23 εν εκεινη τη ημερα προσηλθον αυτω σαδδουκαιοι λεγοντες μη ειναι αναστασιν και επηρωτησαν αυτον
Mat 22:24 λεγοντες διδασκαλε μωυσης ειπεν εαν τις αποθανη μη εχων τεκνα ινα επιγαμβρευσει ο αδελφος αυτου και αναστησει σπερμα τω αδελφω αυτου
Mat 22:25 ησαν παρ ημειν επτα αδελφοι και ο πρωτος γαμησας ετελευτησεν και μη εχων σπερμα αφηκεν την γυναικα αυτου τω αδελφω αυτου
Mat 22:26 ομοιως και ο δευτερος και ο τριτος εως των επτα
Mat 22:27 υστερον δε παντων απεθανεν και η γυνη
Mat 22:28 εν τη αναστασει ουν τινος εστε των επτα γυνη παντες γαρ εσχον αυτην
Mat 22:29 αποκρειθεις δε ο ιησους ειπεν αυτοις πλανασθαι μη ειδοτες τας γραφας μηδε την δυναμιν του θεου
Mat 22:30 εν γαρ τη αναστασει ουτε γαμουσιν ουτε γαμειζονται αλλα ως αγγελοι εν ουρανω εισιν
Mat 22:31 περι δε της αναστασεως των νεκρων ουκ ανεγνωτε το ρηθεν υμειν υπο του θεου λεγοντος
Mat 22:32 εγω ειμι ο θεος αβρααμ και ο θεος ισακ και ο θεος ιακωβ ουκ εστιν θεος νεκρων αλλα ζωντων
Mat 22:33 και ακουσαντες οι οχλοι εξεπλησσοντο επι τη διδαχη αυτου
Mat 22:34 οι δε φαρεισαιοι ακουσαντες οτι εφειμωσεν τους σαδδουκαιους συνηχθησαν επ αυτον
Mat 22:35 και επηρωτησεν εις εξ αυτων νομικος πειραζων αυτον και λεγων
Mat 22:36 διδασκαλε ποια εντολη εν τω νομω μεγαλη
Mat 22:37 εφη αυτω ιησους αγαπησεις κυριον τον θεον σου εν ολη τη καρδεια σου και εν ολη τη ψυχη σου και εν ολη τη διανοια σου
Mat 22:38 αυτη εστιν μεγαλη και πρωτη εντολη
Mat 22:39 δευτερα δε ομοια ταυτη αγαπησεις τον πλησιον σου ως σεαυτον
Mat 22:40 εν ταυταις ταις δυσιν εντολαις ολος ο νομος κρεμαται και οι προφηται
Mat 22:41 συνηγμενων δε των φαρισαιων επηρωτησεν αυτους ο ιησους
Mat 22:42 λεγων τι υμειν δοκει περι του χριστου τινος υιος εστιν λεγουσιν αυτω του δαυειδ
Mat 22:43 λεγει αυτοις πως ουν δαυειδ εν πνευματι καλει αυτον κυριον λεγων
Mat 22:44 ειπεν κυριος τω κυριω μου καθου εκ δεξιων μου εως αν θω τους εκθρους σου υποκατω των ποδων σου
Mat 22:45 ει ουν δαυειδ εν πνευματι καλει αυτον κυριον πως υιος αυτου εστιν
Mat 22:46 και ουδεις εδυνατο αποκρειθηναι αυτω λογον ουδε ετολμησεν τις απ εκεινης της ωρας επερωτησε αυτον ουκετι
Mat 23:1 τοτε ελαλησεν ο ιησους τοις οχλοις και τοις μαθηταις αυτου
Mat 23:2 λεγων επι της καθεδρας μωυσεως εκαθισαν οι γραμματεις και οι φαρισαιοι
Mat 23:3 παντα ουν παντα ουν οσα αν ειπωσιν ποιειτε και τηρειτε κατα δε τα εργα αυτων μη ποιειτε λεγουσιν γαρ και ου ποιουσιν
Mat 23:4 δεσμευουσιν γαρ φορτεια βαρεα και αδυσβαστακτα και επιτιθεασιν επι τους ωμους των ανθρωπων αυτοι δε τω δακτυλω αυτων ου θελουσιν κεινησαι αυτα
Mat 23:5 παντα δε τα εργα αυτων ποιουσιν προς το θεαθηναι τοις ανθρωποις πλατυνουσιν γαρ τα φυλακτηρια αυτων και μεγαλυνουσιν τα κρασπεδα
Mat 23:6 φιλουσιν δε την την πρωκλεισιαν εν τοις δειπνοις και τας πρωτοκαθεδριας εν ταις συναγωγαις
Mat 23:7 και τους ασπασμους εν ταις αγοραις και καλεισθαι υπο των ανθρωπων ραββει ραββει
Mat 23:8 υμεις δε μη κληθητε ραββει εις γαρ εστιν υμων ο καθηγητης παντες δε υμεις αδελφοι εσται
Mat 23:9 και πατερα μη καλεσητε υμειν επι της γης εις γαρ εστιν ο πατηρ υμων ο εν ουρανοις
Mat 23:10 μηδε κληθητε καθηγηται οτι καθηγητης υμων εις εστιν ο χριστος
Mat 23:11 ο μειζων υμων εσται υμων διακονος
Mat 23:12 οστις δε υψωσει εαυτον ταπεινωθησεται και οστις ταπεινωσει εαυτον υψωθησεται
Mat 23:13 ουαι δε υμειν γραμματεις και φαρισαιοι υποκριται οτι κλειεται την βασιλειαν των ουρανων ενπροσθεν των ανθρωπων υμεις γαρ ουκ εισερχεσθαι ουδε τους εισερχομενους αφειεται εισελθειν
Mat 23:14 
Mat 23:15 ουαι υμειν γραμματεις και φαρισαιοι υποκριται οτι περιαγετε την θαλασσαν και την ξηραν ινα ποιησηται ενα προσηλυτον και οταν γενηται ποιειτε αυτον υιον γεεννης διπλοτερον υμων
Mat 23:16 ουαι υμειν οδηγοι τυφλοι λεγοντες ος αν ομοση εν τω ναω ουδεν εστιν ος δ αν ομοση εν τω χρυσω του ναου οφειλει
Mat 23:17 μωροι και τυφλοι τις γαρ μειζω εστιν ο χρυσος η ο ναος ο αγιασας τον χρυσον
Mat 23:18 και ος αν ομοση εν τω θυσιαστηριω ουδεν εστιν ος δ αν ομοση εν τω δωρω τω επανω αυτου οφειλει
Mat 23:19 τυφλοι τι γαρ μειζω το δωρον η το θυσιαστηριον το αγιαζον το δωρον
Mat 23:20 ο ουν ομοσας εν τω θυσιαστηριω ομνυει εν αυτω και εν πασει τοις επανω αυτου
Mat 23:21 και ο ομοσας εν τω ναω ομνυει εν αυτω και εν τω κατοικησαντι αυτον
Mat 23:22 και ο ομοσας εν τω ουρανω ομνυει εν τω θρονω του θεου και εν τω καθημενω επανω αυτου
Mat 23:23 ουαι υμειν γραμματεις και φαρισαιο υποκριται οτι αποδεκατουτε το ηδυοσμον και το ανηθον και το κυμεινον και αφηκατε τα βαρυτερα του νομου την κρισιν και το ελεος και την πιστιν ταυτα εδει ποιησαι κακεινα μη αφιεναι
Mat 23:24 οδηγοι τυφλοι διυλιζοντες τον κωνωπα τον δε καμηλον καταπεινοντες
Mat 23:25 ουαι υμειν γραμματεις και φαρισαιοι υποκριται οτι καθαριζεται το εξω του ποτηριου και της παροψιδος εσωθεν δε γεμουσιν αρπαγης και ακρασειας
Mat 23:26 φαρισαιε τυφλε καθαρισον πρωτον το εντος του ποτηριου ινα γενηται και το εξωθεν αυτου καθαρον
Mat 23:27 ουαι υμειν γραμματεις και φαρισαιοι υποκριται οτι παρομοιαζετε ταφοις κεκονιαμενοις εξωθεν ο ταφος φαινετε ωραιος εσωθεν δε γεμι οστεων νεκρων και πασης ακαθαρσειας
Mat 23:28 ουτως και υμεις εξωθεν μεν φενεσθαι τοις ανθρωποις δικαιοι εσωθεν δε εσται μεστοι υποκρισεως και ανομειας
Mat 23:29 ουαι υμειν γραμματεις και φαρισαιοι υποκριται οτι οικοδομειτε τους ταφους των προφητων και κοσμειτε τα μνημεια των δικαιων
Mat 23:30 και λεγεται ει ημεθα εν ταις ημεραις των πατερων ημων ουκ αν ημεθα αυτων κοινωνοι εν τω αιματι των προφητων
Mat 23:31 ωστε μαρτυρειτε εαυτοις οτι υιοι εστε των φονευσαντων τους προφητας
Mat 23:32 και υμεις επληρωσατε το μετρον των πατερων υμων
Mat 23:33 οφεις γεννηματα εχνιδων πως φυγεται απο της κρισεως της γεεννης
Mat 23:34 δια τουτο ιδου αποστελω προφητας και σοφους και γραμματεις και εξ αυτων αποκτεινειτε και σταυρωσεται και διωξεται απο πολεως εις πολιν
Mat 23:35 οπως ελθη εφ υμας παν αιμα δικαιον εχχυννομενον επι της γης απο αιματος αβελ του δικαιου εως αιματος ζαχαριου υιου βαραχειου ον εφονευσατε μεταξυ του ναου και του θυσιαστηριου
Mat 23:36 αμην λεγω υμειν ηξει ταυτα παντα επι την γενεαν ταυτην
Mat 23:37 ιερουσαλημ ιερουσαλημ η αποκτεινουσα τους προφητας και λιθοβολουσα τους απεσταλμενους προς σε ποσακεις ηθελησα επισυναγαγειν τα τεκνα σου ον τροπον ορνις επισυναγει τα νοσσεια αυτης υπο τας πτερυγας και ουκ ηθελησατε
Mat 23:38 ιδου αφιετε υμειν ο οικος (η)μων ερημος
Mat 23:39 λεγω γαρ υμειν οτι ου μη με ιδητε απ αρτι εως αν ειπητε ευλογημενος ο ερχομενος εν ονοματι θεου
Mat 24:1 και εξελθων ο ιησους απο του ιερου επορευετο και προσηλθον οι μαθηται αυτου επιδειξαι αυτω τας οικοδομας του ιερου
Mat 24:2 οδε αποκρειθεις ειπεν αυτοις βλεπετε παντα ταυτα αμην λεγω υμειν οτι ου μη αφεθη ωδε λιθος επι λιθον ος ου καταλυθησεται
Mat 24:3 καθημενου δε αυτου επι του ορους των ελεων προσηλθον αυτω οι μαθηται κατ ιδιαν λεγοντες ειπε ημειν ποτε ταυτα εσται και τι το σημειον της παρουσιας σου και της συντελειας του αιωνος
Mat 24:4 και αποκριθεις ο ιησους ειπεν αυτοις βλεπεται μη τις υμας πλανηση
Mat 24:5 πολλοι γαρ ελευσονται επι τω ονοματι μου λεγοντες εγω ειμι ο χριστος και πολλους πλανησουσιν
Mat 24:6 μελλεται δε ακουειν πολεμους και ακοας πολεμων ορατε μη θροεισθαι δει γαρ γενεσθαι αλλ ουπω εστιν το τελος
Mat 24:7 εγερθησεται γαρ εθνος επι εθνος και βασιλεια επι βασιλειαν και εσονται λειμοι και σεισμοι κατα τοπους
Mat 24:8 παντα δε ταυτα αρχη οδυνων
Mat 24:9 τοτε παραδωσουσιν υμας εις θλειψειν και αποκτεινουσιν υμας και εσεσθαι μεισουμενοι υπο παντων εθνων δια το ονομα μου
Mat 24:10 και τοτε σκανδαλισθησονται πολλοι και αλληλους παραδωσουσιν και μεισησουσιν αλληλους
Mat 24:11 και πολλοι ψευδοπροφηται εξεγερθησονται και πλανησουσιν πολλους
Mat 24:12 και δια το πληθυναι την ανομειαν ψυγησεται η αγαπη των πολλων
Mat 24:13 ο δε υπομεινας εις τελος ουτος σωθησεται
Mat 24:14 και κηρυχθησεται το ευαγγελιον τουτο της βασιλειας εν ολη τη οικουμενη εις μαρτυριον πασιν τοις εθνεσιν και τοτε ηξει το τελος
Mat 24:15 οταν ουν ειδητε το βδελυγμα της ερημωσεως το ρηθεν δια δανιηλου του προφητου εστως εν τοπω αγιω ο αναγεινωσκων νοειτω
Mat 24:16 τοτε οι εν τη ιουδαια φευγετωσαν εις τα ορη
Mat 24:17 ο δε επι του δωματος μη καταβατω αραι τι εκ της οικειας
Mat 24:18 και ο εν τω αγρω μη επιστρεψατω οπισω αραι το ειματειον αυτου
Mat 24:19 ουαι δε ταις εν γαστρι εχουσαις και ταις θηλαζομεναις εν εκειναις ταις ημεραις
Mat 24:20 προσευχεσθαι δε ινα μη γενηται η φυγη υμω_ χειμωνος μηδε σαββατου
Mat 24:21 εσται γαρ τοτε θλειψις μεγαλη οια ουκ εγενετο απ αρχης κοσμου εως νυν ουδε μη γενοιτο
Mat 24:22 και ει μη εκολοβωθησαν αι ημεραι εκειναι ουκ αν εσωθη πασα σαρξ δια δε τους εκλεκτους κολοβωθησονται αι ημεραι εκειναι
Mat 24:23 τοτε εαν τις υμειν ειπη ιδου ωδε ο χριστος η εκει μη πιστευσηται
Mat 24:24 εγερθησονται γαρ ψευδοχρειστοι και ψευδοπροφηται και δωσουσιν σημεια μεγαλα και τερατα ωστε πλανηθηναι ει δυνατον και τους εκλεκτους
Mat 24:25 ιδου προειρηκα υμειν
Mat 24:26 εαν ουν ειπωσιν υμειν ιδου εν τη ερημω εστιν μη εξελθηται ιδου εν τοις ταμειοις μη πιστευσηται
Mat 24:27 ωσπερ γαρ η αστραπη εξερχεται απο ανατολων και φαινει εως δυσμων ουτως εσται η παρουσεια του υιου του ανθρωπου
Mat 24:28 οπου αν η το πτωμα εκει συναχθησονται οι αετοι
Mat 24:29 ευθεως δε μετα την θλειψειν των ημερων εκεινων ο ηλιος σκοτισθησεται και η σεληνη ου δωσει το φεγγος αυτης και οι αστερες πεσουνται εκ του ουρανου και αι δυναμεις των ουρανων σαλευθησονται
Mat 24:30 και τοτε φανησεται το σημειον του υιου του ανθρωπου του εν ουρανοις και κοψονται τοτε πασαι αι φυλαι της γης και οψονται τον υιον του ανθρωπου ερχομενο_ επι των νεφελων του ουρανου μετα δυναμεως πολλης και δοξης
Mat 24:31 και αποστελει τους αγγελους αυτου μετα σαλπιγγος και φωνης μεγαλης και επισυναξουσιν τους εκλεκτους αυτου εκ των τεσσαρων ανεμων απο ακρων ουρανων εως ακρων αυτων αρχομενων δε τουτων γεινεσθαι αναβλεψατε και επαρατε τας κεφαλας υμων διοτι εγγειζει η απολυτρωσεις υμων
Mat 24:32 απο δε της συκης μαθεται την παραβολην οταν ηδη ο κλαδος αυτης γενηται απαλος και τα φυλλα εκφυη γεινωσκεται οτι ενγυς εστιν το θερος
Mat 24:33 ουτως και υμεις οταν ιδητε ταυτα παντα γεινωσκετε οτι ενγυς εστιν επι θυραις
Mat 24:34 αμην λεγω υμειν οτι ου μη παρελθη η γενεα αυτη εως αν ταυτα παντα γενηται
Mat 24:35 ο ουρανος και η γη παρελευσεται οι δε λογοι μου ου μη παρελθωσιν
Mat 24:36 περι δε της ημερας εκεινης και ωρας ουδεις οιδε_ ουδε οι αγγελοι των ουρανων ουδε ο υιος ει μη ο πατηρ μονος
Mat 24:37 ωσπερ γαρ αι ημεραι του νωε ουτως εσται και η παρουσεια του υιου του ανθρωπου
Mat 24:38 ωσπερ γαρ ησαν εν ταις ημεραις εκειναις προ του κατακλυσμου τρωγοντες και πεινοντες και γαμουντες και γαμειζοντες αχρει της ημερας εισηλθεν νωε εις την κειβωτο_
Mat 24:39 και ουκ εγνωσαν εως ηλθεν ο κατακλυσμος και ηρεν παντας ουτως εσται η παρουσεια του υιου του ανθρωπου
Mat 24:40 τοτε δυο εσονται εν τω αγρω εις παραλαμβανεται και εις αφειεται
Mat 24:41 δυο αληθουσαι εν τω μυλωνι μεια παραλαμβανεται και μεια αφειεται δυο επι κλεινης μειας εις παραλαμβανεται και εις αφιεται
Mat 24:42 γρηγορειτε ουν οτι ουκ οιδαται ποια ημερα ο κυριος υμων ερχεται
Mat 24:43 εκεινο δε γεινωσκεται οτι ει ηδει ο οικοδεσποτης ποια φυλακη ο κλεπτης ερχεται εγρηγορησεν αν και ουκ ηασεν διορυχθηναι την οικειαν αυτου
Mat 24:44 δια τουτο και υμεις γεινεσθαι ετοιμοι οτι η ου δοκειται ωρα ο υιος του ανθρωπου ερχεται
Mat 24:45 τις γαρ εστιν ο πιστος δουλος και φρονιμος ον κατεστησεν ο κυριος επι της θεραπειας αυτου δουναι αυτοις την τροφην εν καιρω
Mat 24:46 μακαριος ο δουλος εκεινος ον ελθων ο κυριος αυτου ευρησει ουτως ποιουντα
Mat 24:47 αμην λεγω υμειν οτι επι πασιν τοις υπαρχουσιν αυτου καταστησει αυτον
Mat 24:48 εαν δε ειπη ο κακος δουλος εκεινος εν τη καρδια αυτου χρονιζι μου ο κυριος ελθειν
Mat 24:49 και αρξηται τυπτειν τους συνδουλους αυτου εσθιη δε και πεινη μετα των μεθυοντων
Mat 24:50 ηξει ο κυριος του δουλου εκεινου εν ημερα η ου προσδοκα και εν ωρα η ου γεινωσκει
Mat 24:51 και διχοτομησει αυτον και το μερος αυτου θησει μετα των υποκριτων εκει εσται ο κλαυθμος και ο βρυγμος των οδοντων
Mat 25:1 τοτε ομοιωθησεται η βασιλεια των ουρανων δεκα παρθενοις αιτινες λαβουσαι τας λαμπαδας εαυτων εξηλθον εις απαντησιν του νυμφιου και της νυμφης
Mat 25:2 πεντε δε εξ αυτων ησαν μωραι και πεντε φρονιμοι
Mat 25:3 αι ουν μωραι λαβουσαι τας λαμπαδας αυτων ουκ ελαβον μεθ εαυτων ελαιον εν τοις αγγειοις αυτων
Mat 25:4 αι δε φρονιμοι ελαβον ελεον εν τοις αγγειοις μετα των λαμπαδων αυτων
Mat 25:5 χρονιζοντος δε του νυμφιου ενυσταξαν πασαι και εκαθευδον
Mat 25:6 μεσης δε νυκτος κραυγη γεγονεν ιδου ο νυμφιος εξερχεται εις απαντησιν αυτου
Mat 25:7 τοτε ηγερθησαν πασαι αι παρθενοι και εκοσμησαν τας λαμπαδας αυτων
Mat 25:8 αι δε μωραι ταις φρονιμοις ειπον δοτε ημειν εκ του ελεου υμων οτι αι λαμπαδες ημων ζβεννυνται
Mat 25:9 απεκριθησαν δε αι φρονιμοι λεγουσαι μηποτε ου μη αρκεσ(η) ημιν και υμειν πορευεσθαι μαλλον προς τους πωλουντας και αγορασαται εαυταις
Mat 25:10 εως υπαγουσιν αγορασαι ηλθεν ο νυμφιος και αι ετοιμοι εισηλθον μετ αυτου εις τους γαμους και εκλισθη η θυρα
Mat 25:11 υστερον δε ηλθον αι λοιπαι παρθενοι λεγουσαι κυριε κυριε ανοιξον ημειν
Mat 25:12 ο δε αποκριθεις ειπεν αμην λεγω υμειν ουκ οιδα υμας
Mat 25:13 γρηγορειται ουν οτι ουκ οιδατε την ημεραν ουδε την ωραν
Mat 25:14 ωσπερ ανθρωπος αποδημων εκαλεσεν τους ιδιους δουλους και παρεδωκεν αυτοις τα υπαρχοντα αυτου
Mat 25:15 και ω μεν εδωκεν 5 ταλαντα ω δε 2 ω δε ενα εκαστω κατα την δυναμιν αυτου και απεδημησεν ευθεως
Mat 25:16 πορευθεις δε ο τα πεντε ταλαντα λαβων ηργασατο εν αυτοις και εκερδησεν αλλα 5 ταλαντα
Mat 25:17 ομοιως και ο τα δυο ταλαντα λαβων και αυτος εκερδησεν αλλα δυο
Mat 25:18 ο δε το εν λαβων ωρυξεν εν τη γη και εκρυψεν το αργυριον του κυριου αυτου
Mat 25:19 μετα δε πολυν χρονον ερχεται ο κυριος των δουλων εκεινων και συνερει λογον μετ αυτων
Mat 25:20 και προσελθων ο τα πεντε ταλαντα λαβων προσηνεγκεν αλλα πεντε ταλαντα λεγων κυριε πεντε ταλαντα μοι παρεδωκας ειδε αλλα πεντε ταλαντα επεκερδησα
Mat 25:21 εφη αυτω ο κυριος αυτου ευ δουλε αγαθε και πιστε επι επ ολιγα ης πιστος επι πολλων σε καταστησω εισελθε εις την χαραν του κυριου σου
Mat 25:22 προσελθων δε και ο τα δυο ταλαντα λαβων ειπεν κυριε δυο ταλαντα μοι παρεδωκες ιδου αλλα δυο ταλαντα επεκερδησα
Mat 25:23 εφη αυτω ο κυριος αυτου ευ δουλε αγαθε και πιστε επι επ ολιγα ης πιστος επι πολλων σε καταστησω εισελθε εις την χαραν του κυριου σου
Mat 25:24 προσελθων δε ο το ενα ταλαντον ειληφως ειπεν κυριε εγνων οτι σκληρος ει ανθρωπος θεριζων οπου ουκ εσπειρας και συναγων οπου ου διεσκορπισας
Mat 25:25 και φοβηθεις απηλθον και εκρυψα το ταλαντον σου εν τη γη ειδου εχεις το σον
Mat 25:26 αποκριθεις δε ο κυριος αυτου ειπεν αυτω πονηρε δουλε και οκνηρε ηδεις οτι θεριζω οπου ουκ εσπειρα και συναγω οθεν ου διεσκορπισα
Mat 25:27 εδει ουν σε βαλειν το αργυριον μου τοις τραπεζειταις και ελθων εγω εκομισαμην αν το εμον συν τοκω
Mat 25:28 αραται ουν απ αυτου το ταλαντον και δοτε τω εχοντι τα πεντε ταλαντα
Mat 25:29 τω γαρ εχοντι δοθησεται και περισσευσεται του δε μη εχοντος και ο εχει αρθησεται απ αυτου
Mat 25:30 και τον αχρειον δουλον βαλεται εξω εις το σκοτος το εξωτερον εκει εσται ο κλαυθμος και ο βρυγμος των οδοντων
Mat 25:31 οταν δε ελθη ο υιος του ανθρωπου εν τη δοξη αυτου και παντες οι αγγελοι μετ αυτου τοτε καθισει επι θρονου δοξης αυτου
Mat 25:32 και συναχθησονται ενπροσθεν αυτου παντα τα εθνη και αφοριει αυτους απο αλληλων ωσπερ ο ποιμην αφορειζει τα προβατα απο των εριφων
Mat 25:33 και στησει τα προβατα εκ δεξιων αυτου τα δε εριφεια εξ ευωνυμω_
Mat 25:34 τοτε ερει ο βασιλευς τοις εκ δεξιων αυτου δευτε οι ευλογημενοι του πατρος μου κληρονομησατε την ητοιμασμενην υμειν βασιλειαν απο καταβολης κοσμου
Mat 25:35 επεινασα γαρ και εδωκατε μοι φαγειν εδιψησα και εποτεισαται με ξενος ημην και συνηγαγεται με
Mat 25:36 γυμνος και περιεβαλεται με ησθενησα και επεσκεψασθαι με εν φυλακη ημην και ηλθατε προς με
Mat 25:37 τοτε αποκριθησονται αυτω οι δικαιοι λεγοντες κυριε ποτε σε ειδομεν πεινωντα και εθρεψαμεν η δειψωντα και εποτισαμεν
Mat 25:38 ποτε δε ειδομεν σε ξενον και συνηγαγομεν και γυμνον και περιεβαλομε_
Mat 25:39 η ποτε σε ειδομεν ασθενουντα η εν φυλακη και ηλθαμεν προς σε
Mat 25:40 και αποκρειθεις ερει αυτοις ο βασιλευς αμην λεγω υμειν εφ οσον εποιησαται ενι τουτων των αδελφων μου των ελαχιστων εμοι εποιησαται
Mat 25:41 τοτε ερι και τοις εξ ευωνυμων πορευεσθαι απ εμου οι κατηραμενοι εις το πυρ το αιωνιον ο ητοιμασεν ο πατηρ μου τω διαβολω και τοις αγγελοις αυτου
Mat 25:42 επεινασα γαρ και ουκ εδωκατε μοι φαγειν εδειψησα και ουκ εποτεισατε με
Mat 25:43 ξενος ημην και ου συνηγαγεται με γυμνος και ου περιεβαλεται με ασθενης και εν φυλακη και ουκ επεσκεψασθαι με
Mat 25:44 τοτε αποκριθησονται και αυτοι λεγοντες κυριε ποτε σε ειδομεν πεινωντα η δειψωντα η ξενον η γυμνον η ασθενη η εν φυλακη και ου διηκονησαμεν σοι
Mat 25:45 τοτε αποκριθησεται αυτοις λεγων αμην λεγω υμειν εφ οσον ουκ εποιησατε ενι τουτων των ελαχιστων ουδε εμοι εποιησατε
Mat 25:46 και απελευσονται ουτοι εις κολασιν αιωνιον οι δε δικαιοι εις ζωην αιωνιον
Mat 26:1 και εγενετο οτε λεσεν ο ιησους παντας τους λογους τουτους ειπεν τοις μαθηταις
Mat 26:2 οτι μετα δυο ημερας το πασχα γεινεται και ο υιος του ανθρωπου παραδιδοται εις το σταυρωθηναι
Mat 26:3 τοτε συνηχθησαν οι αρχειερεις και οι πρεσβυτεροι του λαου εις την αυλην του αρχιερεως του λεγομενου καιφα
Mat 26:4 και συνεβουλευοντο ινα τον ιησουν δολω κρατησωσιν και αποκτεινωσιν
Mat 26:5 ελεγον δε μη εν τη εορτη ινα μη θορυβος γενηται εν τω λαω
Mat 26:6 του δε ιησου γενομενου εν βηθανια εν οικεια σιμωνος του λεπρωσου
Mat 26:7 προσηλθεν αυτω γυνη εχουσα αλαβαστρον μυρου πολυτειμου και κατεχεεν επι της κεφαλης αυτου ανακειμενου αυτου
Mat 26:8 ιδοντες δε οι μαθηται ηγανακτησαν λεγοντες εις τι η απωλεια αυτη
Mat 26:9 ηδυνατο γαρ τουτο πραθηναι πολλου και δοθηναι τοις πτωχοις
Mat 26:10 γνους δε ιησους ειπεν αυτοις τι κοπους παρεχεται τη γυναικει εργον γαρ καλον ηργασατο εις εμε
Mat 26:11 παντοτε γαρ τους πτωχους εχετε μεθ εαυτων εμε δε ου παντοτε εχετε
Mat 26:12 βαλουσα γαρ αυτη το μυρον τουτο επι του σωματοσματος μου προς το ενταφιασαι με εποιησεν
Mat 26:13 αμην λεγω υμειν οπου αν κηρυχθη το ευαγγελιον τουτο εν ολο τω κοσμω λαληθησεται και ο εποιησεν αυτη εις μνημοσυνον αυτης
Mat 26:14 τοτε πορευθεις εις των 12 προς τουσ αρχιερεισ
Mat 26:15 και ειπε(ν) αυτοισ τι θελεται μ(οι) δουναι και ειπεν αυτοις τι θελετε μοι δουναι και εγω υμειν παραδωσω αυτον οις δε εστησαν αυτω 30 στατηρας
Mat 26:16 και αποτε εζητει ευκαιριαν ινα αυτον παραδω αυτοις
Mat 26:17 τη δε πρωτη των αζυμων προσηλθον οι μαθηται τω ιησου λεγοντες που θελεις ετοιμασομεν σοι φαγειν το πασχα
Mat 26:18 ο δε ειπεν υπαγετε εις την πολιν προς τον δεινα και ειπατε αυτω ο διδασκαλος λεγει ο καιρος μου ενγυς εστιν προς σε ποιησω το πασχα μετα των μαθητων μου
Mat 26:19 και εποιησαν οι μαθηται ως συνεταξεν αυτοις ο ιησους και ητοιμασαν το πασχα
Mat 26:20 οψειας δε γενομενης ανεκειτο μετα των 12
Mat 26:21 και εσθιοντων αυτων ειπεν αμην λεγω υμειν οτι εις εξ υμων παραδωσει με
Mat 26:22 και λυπουμενοι σφοδρα ηρξαντο λεγειν εις εκαστος αυτων μητι εγω ειμι κυριε
Mat 26:23 ο δε αποκρεις ειπεν ο ενβαπτομενος την χειρα μετ εμου εις το τρυβαλιον ουτος με παραδωσει
Mat 26:24 ο μεν ουν υιος του ανθρωπου υπαγει καθως γεγραπται περι αυτου ουαι δε τω ανθρωπω εκεινω δι ου ο υιος του ανθρωπου παραδιδοται δια τουτο καλον ην αυτω ει ουκ εγεννηθη ο ανθρωπος εκεινος
Mat 26:25 αποκριθεις δε ο ιουδας ο παραδιδους αυτον ειπε_ μητι εγω ειμι ραββει λεγει αυτω συ ειπας
Mat 26:26 αυτων δε εσθιοντων ο ιησους λαβων αρτον και ευλογησας εκλασεν και δους τοις μαθηταις ειπε_ λαβετε φαγεται τουτο εστιν το σω[μα μου]
Mat 26:27 και λαβων το ποτηριον και ευχαριστη[σας] εδωκεν αυτοις λεγων πειεται εξ αυτου [παντες]
Mat 26:28 τουτο γαρ εστιν το αιμα μου της καινης διαθηκης το υπερ πολλων εκχυννομενον εις αφεσν αμαρτιων
Mat 26:29 λεγω δε υμειν ου μη πιω απ αρτει εκ τουτου του γενηματος της αμπελου εως της ημερας εκεινης οταν αυτο πιω μεθ υμων καινον εν τη βασειλεια του πατρος μου
Mat 26:30 και υμνησαντες εξηλθον εις το ορος των ελαιω_
Mat 26:31 τοτε λεγει αυτοις ο ιησους παντες υμεις σκανδαλισθησεσθαι εν εμοι εν τη νυκτι ταυτη γεγραπται γαρ παταξω τον ποιμενα και διασκορπισθησεται τα προβατα της ποιμνης
Mat 26:32 μετα δε το εγερθηναι με προαξω υμας εις την γαλιλαιαν
Mat 26:33 αποκριθεις δε ο πετρος ειπεν αυτω ει παντες σκανδαλισθησονται εν σοι εγω ουδεποτε σκανδαλισθησομαι
Mat 26:34 εφη αυτω ο ιησους αμην λεγω σοι οτι ταυτη τη νυκτ[ι] πρειν αλεκτορα φωνησαι τρις απαρνηση με
Mat 26:35 λεγει αυτω πετρος καν δεη με συν σοι αποθανειν ου μη σε απαρνησομαι ομοιως και παντες οι μαθηται ειπον
Mat 26:36 τοτε ερχεται ο ιησους μετ αυτων εις χωριον λεγομενον γεθσαμανει και λεγει τοις μαθηταις αυτου καθισατε αυτου εως αν απελθων εκει προσευξομαι
Mat 26:37 και παραλαβων τον πετρον και τους δυο υιους ζεβεδαιου ηρξατο λυπεισθαι και αδημονειν
Mat 26:38 τοτε λεγει αυτοις περιλυπος εστιν η ψυχη μου εως θανατου μεινατε ωδε και γρηγορειται μετ εμου
Mat 26:39 και προσελθων μεικρον επεσεν επει προσωπον αυτου προσευχομενος και λεγων πατερ μου ει δυνατον εστιν παρελθατω απ εμου το ποτηριον τουτο πλην ουχ ως εγω θελω αλλ ως συ
Mat 26:40 και ερχεται προς αυτους και ευρισκει αυτους καθευδοντας και λεγει τω πετρω ουτως ουκ εισχυσαται μιαν ωραν γρηγορησαι μετ εμου
Mat 26:41 γρηγορειται και προσευχεσθαι ινα μη εισελθηται εις πειρασμον το μεν πνευμα προθυμον η δε σαρξ ασθενης
Mat 26:42 παλιν εκ δευτερου απελθων προσηυξατο λεγων πατερ μου ει ου δυναται το ποτηριον τουτο παρελθειν εαν μη αυτο πιω γενηθητω το θελημα σου
Mat 26:43 και ελθων παλιν ευρεν αυτους καθευδοντας ησαν γαρ αυτων οι οφθαλμοι βεβαρημενοι
Mat 26:44 και αφεις αυτους παλιν απελθων προσηυξατο τον αυτον λογον ειπων
Mat 26:45 τοτε ερχεται προς του μαθητας αυτου και λεγει αυτοις καθευδετε το λοιπον και αναπαυεσθαι ιδου ηγγικεν η ωρα και ο υιος του ανθρωπου παραδιδοται εις χειρας αμαρτωλων
Mat 26:46 εγειρεσθε αγωμεν ιδου ηγγικεν ο παραδιδους με
Mat 26:47 ετι δε αυτου λαλουντος ιδου ιουδας εις των 12 ηλθεν και μετ αυτου οχλος πολυς μετα μαχαιρων και ξυλων απο των αρχιερεων και πρεσβυτερων του λαου
Mat 26:48 ο δε παραδιδους αυτον εδωκεν αυτοις σημειον λεγων ον αν φιλησω αυτος εστιν κρατησατε αυτον
Mat 26:49 και ευθεως προσελθων τω ιησου ειπεν χαιραι ραββει και κατεφιλησεν αυτον
Mat 26:50 ειπεν δε αυτω ο ιησους εφ ο παρει ετεραι τοτε προσελθοντες επεβαλον τας χειρας επι τον ιησουν και εκρατησαν αυτον
Mat 26:51 και ιδου εις των μετα ιησου εκτεινας την χειρα απεσπασεν την μαχαιρα_ αυτου και επαταξεν τον δουλον του αρχιερεως και αφειλεν αυτου το ωτειον
Mat 26:52 τοτε λεγει αυτω ο ιησους αποστρεψον την μαχαιραν σου εις τον τοπον αυτης παντες γαρ οι λαβοντες μαχαιραν εν μαχαιρα απολουνται
Mat 26:53 η δοκεις οτι ου δυναμαι αρτι παρακαλεσαι τον πατερα μου και παραστησει μοι πλειω 12 λεγειωνης αγγελων
Mat 26:54 πως ουν πληρωθησονται αι γραφαι οτι ουτως δει γενεσθαι
Mat 26:55 εν εκεινη τη ωρα ο ιησους ειπεν τοις οχλοις ως επι ληστην ηλθατε μετα μαχαιρων και ξυλων συνλαβειν με καθ ημεραν προς υμας εκαθημην εν τω ιερω διδασκων και ουκ εκρατησατε με
Mat 26:56 τουτο δε ολον γεγονεν ινα πληρωθωσιν αι γραφαι των προφητων τοτε οι μαθηται παντες αφεντες αυτ[ον εφυγον]
Mat 26:57 οι δε κρατησαντες τον ιησουν απηγαγον προς καειφαν τον αρχιερεα οπου οι γραμματεις και οι πρεσβυτεροι συνηχθησαν
Mat 26:58 ο δε πετρος ηκολουθει αυτω απο μακροθεν εως της αυλης του αρχιερεως και εισελθων εσω εκαθητο μετα των υπηρετων ειδειν το τελος
Mat 26:59 οι δε αρχιερεις και το συνεδριον ολον εζητουν ψευδομαρτυρειαν κατα του ιησου οπως αυτον θανατωσουσιν
Mat 26:60 και ουκ ευρον το εξης και πολλοι προσηλθον ψευδομαρτυρες και ουκ ευρον το εξης
Mat 26:61 υστερον δε ηλθον δυο ψευδομαρτυρες και ειπον τουτον ηκουσαμεν λεγοντα δυναμαι καταλυσαι τον ναον του θεου και δια τρειων ημερων οικοδομησαι αυτον
Mat 26:62 και αναστας ο αρχιερευς ειπεν αυτω ουδεν αποκρινη τι ουτοι σου καταμαρτυρουσι_
Mat 26:63 ο δε ιησους εσιωπα αποκριθεις ουν ο αρχιερευς ειπεν αυτω ορκιζω σε κατα του θεου του ζωντος ινα ημειν ειπης ει συ ει ο χριστος ο υιος του θεου
Mat 26:64 λεγει αυτω ο ιησους συ ειπας πλην λεγω υμειν οτι απ αρτι οψεσθαι τον υιον του ανθρωπου καθημενον εκ δεξιων της δυναμεως και ερχομενον επι των νεφελων του ουρανου
Mat 26:65 τοτε ο αρχιερευς διερρηξεν τα ειματια αυτου λεγων εβλασφημησεν τι ετι χρειαν εχομεν μαρτυρων ιδε νυν ηκουσατε την βλασφημειαν
Mat 26:66 τι υμειν δοκει οι δε απεκριθησαν παντες και ειπον ενοχος θανατου εστιν
Mat 26:67 τοτε ενεπτυσαν εις το προσωπον αυτου και εκολαφισαν αυτον αλλοι δε εραπεισαν αυτον
Mat 26:68 λεγοντες προφητευσον ημειν χριστε τις εστιν ο παισας σε
Mat 26:69 ο δε πετρος εκαθητο εξω εν τη αυλη και προσηλθεν αυτω μια παιδισκη λεγουσα και συ ησθα μετα ιησου του γαλειλαιου
Mat 26:70 ο δε ηρνησατο ενπροσθεν παντων λεγων ουκ οιδα τι λεγεις ουδε επισταμαι
Mat 26:71 εξελθοντος δε αυτου εις τον πυλωνα ειδεν αυτον αλλη παιδισκη και λεγει τοις εκει ουτος ην μετα ιησου του ναζωραιου
Mat 26:72 και παλιν ηρνησατο μεθ ορκου λεγων ουκ οιδα τον ανθρωπον
Mat 26:73 μετα μεικρον δε προσελθοντες οι εστωτες ειπον τω πετρω αληθως εξ αυτων ει και γαρ η λαλεια σου ομοιαζει
Mat 26:74 τοτε ηρξατο καταθεματιζειν και ομνυειν οτι ουκ οιδα τον ανθρωπον και ευθεως αλεκτωρ εφωνησεν
Mat 26:75 και εμνησθη ο πετρος του ρηματος ιησου ειρηκοτος πριν αλεκτορα φωνησαι τρις απαρνηση με και εξελθων εξω εκλαυσεν πικρως
Mat 27:1 πρωιας δε γενομενης συνβουλιον εποιησαν παντες οι αρχιερεις και οι πρεσβυτεροι του λαου κατα του ιησου ινα θανατωσουσιν αυτον
Mat 27:2 [και δησαντες αυτον απηγαγον και παρεδωκαν αυτον ποντιω πιλατω τω] ηγεμονι
Mat 27:3 
Mat 27:4 
Mat 27:5 
Mat 27:6 
Mat 27:7 
Mat 27:8 
Mat 27:9 
Mat 27:10 
Mat 27:11 
Mat 27:12 ↔ ουδεν απεκρεινετο
Mat 27:13 τοτε λεγει αυτω ο πιλατος ουκ ακουεις τοσα καταμαρτυρουσιν σου
Mat 27:14 και ουκ απεκριθη αυτω εν ρημα ωστε θαυμαζειν τον ηγεμονα λιαν
Mat 27:15 κατα δε την εορτην ειωθει ο ηγεμων απολυειν ενα δεσμιον τω οχλω ον ηθελον
Mat 27:16 ειχον δε τοτε δεσμιον επισημον τον λεγομενον βαραββαν
Mat 27:17 συνηγμενων δε αυτων ειπεν αυτοις ο πειλατος τινα θελεται υμειν απολυσω βαραββαν η ιησουν τον λεγομενον χριστον
Mat 27:18 ηδι γαρ οτι δια φθονον παρεδωκαν αυτον
Mat 27:19 καθημενου δε αυτου επι του βηματος απεστειλεν προς αυτον η γυνη αυτου λεγουσα μηδεν σοι και τω δικαιω εκεινω πολλα γαρ επαθον σημερον κατ οναρ δι αυτον
Mat 27:20 οι δε αρχιερεις και οι πρεσβυτεροι επεισαν τους οχλους ινα αιτησωνται τον βαραββαν τον δε ιησουν απολεσωσιν
Mat 27:21 αποκριθεις δε ο ηγεμων ειπεν αυτοις τινα θελεται απο των δυο απολυσω υμειν οι δε ειπαν βαραββαν
Mat 27:22 λεγει αυτοις ο πειλατος τι ουν ποιησωμεν ιησουν τον λεγομενον χριστον λεγουσιν παντες σταυρωθητω
Mat 27:23 λεγει αυτοις ο ηγεμων τι γαρ κακον εποιησεν οι δε περισσως εκραξαν λεγοντες σταυρωθητω
Mat 27:24 ιδων δε ο πιλατος οτι ουδεν ωφελει αλλα μαλλον θορυβος γεινεται λαβων υδωρ απενιψατο τας χειρας κατεναντι του οχλου λεγων αθωος ειμι εγω απο του αιματος τουτου υμεις οψεσθαι
Mat 27:25 και αποκριθεις πας ο λαος ειπεν το αιμα αυτου εφ ημας και επι τα τεκνα ημων
Mat 27:26 τοτε απελυσεν αυτοις τον βαραββαν τον δε ιησουν φλαγελλωσας παρεδωκεν αυτοις ινα σταυρωσωσιν αυτον
Mat 27:27 τοτε οι στρατιωται του ηγεμονος παραλαβοντες τον ιησουν εις το πραιτωριον συνηγαγεν επ αυτον ολην την σπειραν
Mat 27:28 και ενδυσαντες αυτον ειματιον πορφυρουν και χλαμυδαν κοκκινην περιεθηκαν αυτω
Mat 27:29 και πλεξαντες στεφανον εξ ακανθων επεθηκαν επι την κεφαλην αυτου και καλαμον εν τη δεξεια αυτου και γονυπετησαντες ενπροσθεν αυτου ενεπεξαν αυτω λεγοντες χαιραι βασιλευ των ιουδαιων
Mat 27:30 και ενπτυσαντες εις αυτον ελαβον τον καλαμον και ετυπτον εις την κεφαλην αυτου
Mat 27:31 και οτε ενεπαιξαν αυτω εξεδυσαν αυτον την χλαμυδα και ενεδυσαν αυτον τα ειματια αυτου απηγαγον αυτον εις το σταυρωσαι
Mat 27:32 εξερχομενοι δε ευρον ανθρωπον κυρηναιον εις απαντησιν αυτου ονοματι σιμωνα τουτον ηνγαρευσαν ινα αρη τον σταυρον αυτου
Mat 27:33 και ελθοντες εις τοπον λεγομενον γολγοθα ο εστιν κρανιου τοπος
Mat 27:34 και εδωκαν αυτω πειν οινον μετα χολης μεμειγμενον και γευσαμενος ουκ ηθελησεν πειν
Mat 27:35 σταυρωσαντες δε αυτον διεμερισαντο τα ειματεια αυτου βαλοντες κληρον
Mat 27:36 και καθημενοι ετηρουν αυτον εκει
Mat 27:37 και επεθηκαν επανω της κεφαλης αυτου την αιτειαν αυτου γεγραμμενην ουτος εστιν ιησους ο βασιλευς των ιουδαιων
Mat 27:38 τοτε σταυρουνται συν αυτω δυο λησται εις εκ δεξιων και εις εξ ευωνυμων
Mat 27:39 οι δε παραπορευομενοι εβλασφημουν αυτον κεινουντες την κεφαλην αυτων
Mat 27:40 και λεγοντες ουα ο καταλυων τον ναον και εν τρισιν ημεραις οικοδομων σωσον σεαυτον ει υιος ει του θεου και καταβηθει απο του σταυρου
Mat 27:41 ομοιως δε και οι αρχιερεις ενπαιζοντες μετα των γραμματαιων και φαρισαιων λεγοντες
Mat 27:42 αλλους εσωσεν εαυτον ου δυναται σωσαι βασιλευς ισραηλ εστιν καταβατω νυν απο του σταυρου και πιστευσομεν αυτω
Mat 27:43 ει πεποιθεν επι τον θεον ρυσασθω νυν αυτον ει θελει αυτον ειπεν γαρ οτι θεου ειμι υιος
Mat 27:44 το δε αυτοι και οι λησται οι σταυρωθεντες συν αυτω ωνειδιζον αυτον
Mat 27:45 απο δε εκτης ωρας σκοτος εγενετο επι πασαν την γην εως ενατης ωρας
Mat 27:46 περι δε την εννατην ωραν ανεβοησεν ιησους φωνη μεγαλη λεγων ηλει ηλει λαμα ζαφθανει τουτ εστιν θεε μου θεε μου ινα τι με ενκατελιπες
Mat 27:47 τινες δε των εκει εστωτων ακουσαντες ελεγον ηλειαν φωνει ουτος
Mat 27:48 και ευθεως δραμων εις εξ αυτων και λαβων σπονγον πλησας οξου και περιθεις καλαμω εποτειζεν αυτον
Mat 27:49 οι δε λοιποι ειπον αφες ιδωμεν ει ερχεται ηλειας και σωσει αυτον
Mat 27:50 ο δε ιησους παλιν κραξας φωνη μεγαλη αφηκεν το πνευμα
Mat 27:51 και ιδου το καταπετασμα του ναου εσχισθη εις δυο μερη απο ανωθεν εως κατω και η γη εσεισθη και αι πετραι εσχισθησαν
Mat 27:52 και τα μνημια ανεωχθησαν και πολλα σωματα των κεκοιμημενων αγιων ηγερθησαν
Mat 27:53 και εξελθοντες εκ των μνημιων μετα την εγερσιν αυτου ηλθον εις την αγιαν πολιν και εφανησαν πολλοις
Mat 27:54 ο δε εκατονταρχης και οι μετ αυτου τηρουντες τον ιησουν ειδοντες τον σεισμον και τα γεινομενα εφοβηθησαν σφοδρα γοντες αληθως υιος θεου ην ουτος
Mat 27:55 ησαν δε και γυναικες πολλαι απο μακροθεν θεωρουσαι αιτινες ηκολουθησαν τω ιησου απο της αγιλειλαιας διακονουσαι αυτω
Mat 27:56 εν αις ην μαρια μαγδαληνη και μαρια η του ιακωβου και ιωσηφ μητηρ και η μητηρ των υιων ζεβεδεου
Mat 27:57 οψειας δε γενομενης ηλθεν ανθρωπος πλουσιος απο αρειμαθειας το ονομα ιωσηφ ος και αυτος εμαθητευθη τω ιησου
Mat 27:58 ουτος προσηλθεν τω πειλατω και ητησατο το σωμα του ιησου τοτε ο πειλατος εκελευσεν αποδοθηναι το σωμα
Mat 27:59 και παραλαβων ιωσηφ το σωμα ενετυλιξεν αυτο εν σινδονι καθαρα
Mat 27:60 και εθηκεν αυτο εν τω καινω αυτου μνημιω ο ελατομησεν εν τη πετρα και προσκυλισασλισας λιθον μεγαν τη θυρα του μνημιου απηλθεν
Mat 27:61 ην δε εκει μαρια μαγδαληνη και αλλη μαρια καθημεναι κατεναντι του ταφου
Mat 27:62 τη δε επαυριον ητις εστιν μετα την παρασκευην συνηχθησαν οι αρχιερεις και οι φαρισαιοι προς πειλατον
Mat 27:63 λεγοντες κυριε εμνησθημεν οτι εκεινος ο πλανος ειπε_ ετι ζων οτι μετα τρεις ημερας εγειρομαι
Mat 27:64 καιλευσον ουν ασφαλισθηναι τον ταφον εως ημερας τρειτης μηποτε ελθοντες οι μαθηται αυτου κλεψωσιν αυτον και ερουσιν τω λαω ηγερθη απο των νεκρων και εσται η αισχατη πλανη χειρω της πρωτης
Mat 27:65 εφη δε αυτοις ο πειλατος εχεται φυλακας υπαγεται ασφαλισασθαι ως οιδατε
Mat 27:66 οι δε πορευθεντες ησφαλισαν τον ταφον σφραγισαντες τον λιθον μετα τ(ω)ν φυ(λακω_)
Mat 28:1 οψε δε σαββατων τη επιφωσκουση εις μειαν σαββατων ηλθεν μαρια μαγδαληνη και η αλλη μαρια θεωρησαι
Mat 28:2 και ιδου σεισμος εγενετο μεγας αγγελος γαρ κυριου καταβας απ ουρανου προσελθων απεκυλισεν τον λιθον και εκαθητο επανω αυτου
Mat 28:3 ην δε η ειδεα αυτου ως αστραπη και το ενδυμα αυτου λευκον ως χειων
Mat 28:4 απο δε του φοβου αυτου εσεισθησαν οι τηρουντες και εγενηθησαν ως νεκροι
Mat 28:5 αποκριθεις δε ο αγγελος ειπεν ταις γυναιξιν μη φοβεισθαι υμεις οιδα γαρ οτι ιησουν τον εσταυρωμενον ζητειται
Mat 28:6 ουκ εστιν ωδε ηγερθη γαρ καθως ειπεν δευτε ειδεται τον τοπο_ οπου εκειτο ο κυριος
Mat 28:7 και ταχυ πορευθεισαι ειπατε τοις μαθηταις αυτου οτι ηγερθη και προαγει υμας εις την γαλιλαιαν εκει αυτον οψεσθαι ιδου ειπον υμειν
Mat 28:8 και εξελθουσαι ταχυ απο του μνημειου μετα φοβου και χαρας μεγαλης εδραμον απαγγειλαι τοις μαθηταις αυτου
Mat 28:9 και ιδου ο ιησους απηντησεν αυταις λεγων χαιραιται αι δε προσελθουσαι εκρατησαν τους ποδας αυτου και προσεκυνησαν αυτω
Mat 28:10 τοτε λεγει αυταις ο ιησους μη φοβεισθαι υπαγεται απαγγειλατε τοις αδελφοις μου ινα απελθωσιν εις γαλιλαιαν κακει με οψεσθαι
Mat 28:11 πορευομενων δε αυτων ιδου τινες της κουστωδιας ελθοντες εις την πολιν ανηγγειλαν τοις αρχιερευσιν απαντα τα γενομενα
Mat 28:12 και συναχθεντες μετα των πρεσβυτερων συνβουλιον λαβοντες αργυριον ικανον εδωκαν τοις στρατιωταις
Mat 28:13 λεγοντες ειπατε οτι οι μαθηται αυτου νυκτος ελθοντες εκλεψαν αυτον ημων κοιμωμενων
Mat 28:14 και αν ακουσθη τουτο υπο του ηγεμονος ημεις πεισομεν αυτον και υμας αμεριμνους ποιησομεν
Mat 28:15 οι δε λαβοντες τα αργυρια εποιησαν ως εδιδαχθησαν και διεφημισθη ο λογος ουτος παρα τοις ιουδαιοις εως της σημερον ημερας
Mat 28:16 οι δε ενδεκα μαθηται επορευθησαν εις την γαλιλαιαν εις το ορος ου εταξατο αυτοις ιησους
Mat 28:17 και ιδοντες αυτον προσεκυνησαν οι δε εδιστασαν
Mat 28:18 και προσελθων ο ιησους ελαλησεν αυτοις λεγων εδοθη μοι πασα εξουσια εν ουρανοις και επι της γης
Mat 28:19 πορευεσθαι νυν μαθητευσατε παντα τα εθνη βαπτισαντες αυτους εις το ονομα του πατρος και υιου και του αγιου πνευματος
Mat 28:20 διδασκοντες αυτους τηρειν παντα οσα ενετειλαμην υμειν και ιδου εγω ειμι μεθ υμων πασας τας ημερας εως της συντελειας του αιωνος
Mar 1:1 αρχη του ευαγγελιου ιησου χριστου υιου θεου
Mar 1:2 ως γεγραπται εν ησαια τω προφητη ιδου αποστελλω τον αγγελον μου προ προσωπου σου ος κατασκευασει την οδον σου
Mar 1:3 φωνη βοωντος εν τη ερημω ετοιμασατε την οδον κυριου ευθειας ποιειτε τας τριβου του θεου υμω_
Mar 1:4 εγενετο ιωαννης εν τη ερημω βαπτιζων και κηρυσσων βαπτισμα μετανοιας εις αφεσιν αμαρτιων
Mar 1:5 και εξεπορευετο προς αυτον πασα η ιουδαια χωρα και ιεροσολυμειτε παντες και εβαπτιζοντο εν ιορδανη υπ αυτου εξομολογουμενοι τας αμαρτιας αυτων
Mar 1:6 ην δε ιωαννης ενδεδυμενος δερρην καμελου και εσθιων ακριδας και μελι αγριον
Mar 1:7 και ελεγεν αυτοις εγω μεν υμας βαπτιζω εν υδατι ερχεται δε οπισω μου ο ισχυροτερος μου ου ουκ ιμι ικανος λυσαι τον ιμαντα των υποδηματων αυτου
Mar 1:8 και αυτος υμας βαπτιζει εν πνευματι αγειω
Mar 1:9 και εγενετο εν ταις ημεραις εκειναις ηλθεν ο ιησους απο ναζαρεθ της γαλιλαιας και εβαπτισθη ις την ιορδανην υπο ιωαννου
Mar 1:10 και αναβαινων εκ τουδατος ειδεν ηνυγμενους τους ουρανους και το πνευμα ως περιστεραν καταβαινων εις αυτον
Mar 1:11 και φωνη εκ των ουρανων συ ει ο υιος μου ο αγαπητος εν σοι ευδοκησα
Mar 1:12 και ευθεως το πνευμα το αγιον εκβαλλει αυτον εις την ερημον
Mar 1:13 και ην εν τη ερημω ημερας 40 και πειραζομενος υπο του σατανα και ην μετα των θηριων και οι αγγελοι διηκονουν αυτω
Mar 1:14 και μετα το παραδοθηναι τον ιωαννην ηλθεν ο ιησους εις την γαλιλαιαν κηρυσσων το ευαγγελιον της βασιλειας του θεου
Mar 1:15 λεγων οτι πεπληρωνται οι καιροι και ηγγικεν η βα βασιλεια του θεου μετανοειτε και πιστευεται εν τω ευαγγελιω
Mar 1:16 και παραγων παρα την θαλασσαν της γαλιλαιας ειδεν τον σιμωνα και ανδρεαν τον αδελφον αυτου αμφιβαλλοντας τα δικτυα εν τη θαλασση ησαν γαρ αλειεις
Mar 1:17 και ειπεν αυτοις ο ιησους δευτε οπισω μου και ποιησω υμας γενεσθαι αλιεις ανθρωπω_
Mar 1:18 και ευθεως αφεντες παντα ηκολουθησαν αυτω
Mar 1:19 και προσβας ολιγον ειδεν ιακωβον τον του ζεβεδαιου και ιωαννην τον αδελφον αυτου και αυτους εν τω πλοιω καταρτιζοντας τα δικτυα
Mar 1:20 και ευθεως εκαλεσεν αυτους και αφεντες τον πατερα αυτων ζεβαιδεον εν τω πλοιω μετα των μεισθωτων ηκολουθησαν αυτω
Mar 1:21 και εισεπορευοντο εις καφαρναουμ και ευθεως τοις σαββασιν εισελθων εις την συναγωγην εδιδασκεν αυτους
Mar 1:22 και εξεπλησσοντο επι τη διδαχη αυτου ην γαρ διδασκων αυτους ως εξουσιαν εχων ουχ ως οι γραμμα(τ)εις
Mar 1:23 και ην εν τη συναγωγη ανθρωπος εν πνευματι ακαθαρτω και επεκραξεν
Mar 1:24 λεγων τι ημειν και σοι ιησου ναζαρηναι ηλθες απολες απολεσαι ημας οιδα σε τις ει ο αγιος του θεου
Mar 1:25 και επετειμησεν αυτω λεγων φιμωθητι και εξελθε εκ του ανθρωπου πνευμα ακαθαρτον
Mar 1:26 και εξηλθεν το πνευμα το ακαθαρτον σπαραξας αυτον και κραξας φωνη μεγαλη εξηλθεν απ αυτου
Mar 1:27 και εθαμβησαν παντες ωστε συνζητειν προς εαυτους λεγοντας τις η διδαχη εκεινη η καινη αυτη η εξουσια οτι και τοις πνευμασιν τοις ακαθαρτοις επιτασσει και υπακουουσιν αυτω
Mar 1:28 και εξηλθεν η ακοη αυτου ευθυς εις ολην την περιχωρον της γαλιλαιας
Mar 1:29 εξελθων δε εκ της συναγωγης ηλθεν εις την οικιαν σιμωνος και ανδρεου μετα ιακωβου και ιωανου
Mar 1:30 κατεκειτο δε η πενθερα σιμωνος πυρεσσουσα και ευθυς λεγουσιν αυτω περι αυτης
Mar 1:31 και προσελθων εκτεινας την χειρα κρατησας ηγειρεν αυτην και ευθεως αφηκεν αυτην ο πυρετος και διηκονει αυτοις
Mar 1:32 οψιας δε γενομενης οτε εδυσεν ο ηλιος εφεροσαν προς αυτον παντας τους κακως εχοντας νοσοις ποικιλαις και τους δαιμονιζομενους
Mar 1:33 και ην ολη η πολις επισυνηγμενη προς την θυραν αυτου
Mar 1:34 και εθεραπευσεν αυτους και τους δαιμονια εχοντας εξεβαλεν αυτα απ αυτων και ουκ ηφιεν αυτα λαλειν οτι ηιδισαν αυτον και εθεραπευσεν πολλους κακως εχοντας ποικιλαις νοσοις και δαιμονια πολλα εξεβαλεν
Mar 1:35 και πρωι εννυχα λειαν εξηλθεν και απηλθεν εις τον ερημον τοπον και εκει προσηυ(χο)
Mar 1:36 και κατεδιωξαν αυτον τε σιμων και οι μετ αυτου
Mar 1:37 και οτε ευρον αυτον λεγουσιν αυτω οτι παντες ζητουσιν σε
Mar 1:38 και λεγει αυτοις αγωμε_ εις τας ενγυς κωμας και εις τας πολεις ινα κακει κηρυξω εις τουτο γαρ εξεληλυθα
Mar 1:39 και ην κηρυσσων εις τας συναγωγας αυτων εις ολην την γαλειλαιαν και τα δαιμονια εκβαλλω_
Mar 1:40 και ερχεται προς αυτον λεπρος ερωτων αυτον και λεγων εαν θελεις δυνασαι με καθαρισαι
Mar 1:41 και οργισθεις εκτεινας την χειρα αυτου ηψατο αυτου και λεγει αυτω θελω καθαρισθητι
Mar 1:42 και ευθεως απηλθεν απ αυτου η λεπρα και εκαθαρισθη
Mar 1:43 και ενεβρισαμενος αυτω ευθυς εξεβαλεν αυτον
Mar 1:44 και λεγει αυτω ορα μη(μ)ενι ειπης αλλα υπαγε δειξον σεαυτον τω ιερει και προσενενκε περι του καθαρισμου σου α προσεταξεν μωυσης εις μαρτυριον αυτοις
Mar 1:45 ο δε εξελθων ηρξατο κηρυσσειν και διαφημειζειν τον λογον ωστε μηκετι δυνασθαι φανερως εισελθειν εις πολιν αλλα εξω εν ερημοις τοποις ην και ηρχοντο προς αυτον παντοθεν
Mar 2:1 και εισελθων παλιν εις καφαρναουμ δι ημερων και ηκουσθη οτι εν οικω εστιν
Mar 2:2 και ευθεως συνηκθησαν πολλοι ωστε μηκετι χωρειν μηδε τα προς την θυραν και ελαλει προς αυτους λογον
Mar 2:3 και ερχονται προς αυτον φεροντες παραλυτικο_ αιρομενον υπο τεσσαρων
Mar 2:4 και μη δυναμενοι προσενγεισαι απο του οχλου απεστεγασαν την στεγην οπου ην ο ιησους και χαλωσει τον κραβαττον οπου ην ο παραλυτικος κατακειμενος
Mar 2:5 ειδων δε ο ιησους την πιστιν αυτων λεγει τω παραλυτικω τεκνον αφεωντε σου αι αμαρτιαι
Mar 2:6 ησαν δε τινες των γραμματεων εκει καθημενοι και διαλογιζομενοι εν ταις καρδιαις αυτων λεγοντες
Mar 2:7 πουτος ουτως λαλει βλασφημει τις δυναται αφιεναι τας αμαρτιας ει μη ο θεος
Mar 2:8 και επιγνους ο ιησους τω πνευματι οτι ουτως διαλογιζονται εν εαυτοις ειπεν αυτοις τι ταυτα διαλογιζεσθαι εν ταις καρδιαις υμων
Mar 2:9 τι εστιν ευκοπωτερον ειπειν τω παραλυτω εγειρε αρον τον κραβαττον σου και υπαγε εις τον οικον σου η ειπειν αφαιωνται σοι αι αμαρτιαι
Mar 2:10 ινα δε ειδητε οτι εξουσιαν εχει ο υιος του ανθρωπου επι της γης αφιεναι αμαρτιας λεγει τω παραλυτικω
Mar 2:11 σοι λεγω εγειρε αρον τον κραβαττον σου και υπαγε εις τον οικον σου
Mar 2:12 και ευθεως ηγερθη και αρας τον κραβαττον εξηλθεν εναντιον παντων ωστε εξιστασθαι παντας και δοξαζειν τον θεον και λεγειν οτι ουτως ουδεποτε ειδαμεν
Mar 2:13 και εξηλθεν παρα την θαλασσαν και πας οχλος ηρχετο προς αυτον και εδιδασκεν αυτους
Mar 2:14 και παραγων ειδεν ιακωβον τον του αλφαιου καθημενον επι το τελωνιον και λεγει αυτω ακολουθει μοι και αναστας ηκολουθησεν αυτω
Mar 2:15 και εγενετο κατακειμενων αυτων εν τη οικεια αυτου πολλοι τελωναι και αμαρτωλοι συνανεκειντο τω ιησου και τοις μαθηταις αυτου ησαν γαρ πολλοι οι και ηκολουθησαν αυτω
Mar 2:16 και οι γραμματεις και οι φαρισαιοι και ειδαν οτι ησθιεν μετα των αμαρτωλων και των τελωνων και ελεγον τοις μαθηταις αυτου δια τι μετα των αμαρτωλων και των τελωνων εσθιει
Mar 2:17 και ακουσας ο ιησους λεγει ου χρειαν εχουσιν οι ισχυοντες ιατρου αλλ οι κακως εχοντες ουκ ηλθον καλεσαι δικαιους αλλα αμαρτωλους
Mar 2:18 και ησαν οι μαθηται ιωαννου και οι φαρισαιοι νηστευοντες και ερχονται και λεγουσιν αυτω δια τι οι μαθηται ιωαννου και οι των φαρεισαιων νηστευουσιν οι δε σοι μαθηται ου νηστευουσιν
Mar 2:19 και ειπεν αυτοις μη δυνανται οι υιοι του νυμφωνος εν ω ο νυμφιος μετ αυτων εστιν νηστευειν
Mar 2:20 ελευσονται δε ημεραι οταν απαρθη απ αυτων ο νυμφιος και τοτε νηστευουσιν εν εκεινη τη ημερα
Mar 2:21 ουδεις δε επιβλημα ρακκους αγναφου επισυνραπτει επι ιματιον παλαιον ει δε μη ερει το πληρωμα το καινον απο του παλαιου και χειρων σχισμα γεινεται
Mar 2:22 και ουδεις βαλλει οινον νεον εις ασκους παλαιους ει δε μη ρηξει ο οινος τους ασκους και ο οινος και οι ασκοι απολουνται
Mar 2:23 και εγενετο παλιν αυτον εν τοις σαββασιν διαπορευεσθε δια των σποριμων και οι μαθηται ηρξαντο τιλλειν τους σταχυας
Mar 2:24 οι δε φαρισαιοι ελεγον ιδε τι ποιουσιν οι μαθηται σου τοις σαββασιν ο ουκ εξεστιν αυτοις
Mar 2:25 και αποκριθεις ειπεν αυτοις ουδεποτε ανεγνωτε τι εποιησεν δαυειδ οτε χρειαν εσχεν και επινασεν αυτος και οι μετ αυτου οντες
Mar 2:26 εισηλθεν εις τον οικον του θεου και τους αρτους της προσθεσεως εφαγεν και εδωκεν τοις μετ αυτου ουσιν ους ουκ εξεστιν φαγειν ει μη τοις ιερευσιν
Mar 2:27 λεγω δε υμειν
Mar 2:28 κυριος εστιν ο υιος του ανθρωπου και του σαββατου
Mar 3:1 και εισηλθεν παλιν εις την συναγωγην και ην εκει ανθρωπος ξηραν εχων την χειρα
Mar 3:2 και παρετηρουντο αυτον ει εν τοις σαββασιν θεραπευσει ινα κατηγορησουσιν αυτον
Mar 3:3 και λεγει τω ανθρωπω τω εχοντι την χειρα εξηραμενην εγειρε και στηθει εν μεσω
Mar 3:4 και ειπεν προς αυτους εξεστιν εν τοις σαββασιν τι αγαθον ποιησαι η κακοποιησαι ψυχην σωσαι μαλλον η απολεσα[ι] οι δε εσιωπων
Mar 3:5 και περιβλεψαμενος αυτους μετ οργης συνλυπουμενος επι τη νεκρωσει της καρδιας αυτων λεγει τω ανθρωπω εκτεινον την χειρα σου και εξετεινεν και αποκατεσταθη η χειρ αυτου ευθεως
Mar 3:6 εξελθοντες δε οι φαρισαιοι μετα των ηρωδιανω_ συνβουλιον ποιουντες κατ αυτου οπως αυτον απολ(ο)σωσιν
Mar 3:7 ο δε ιησους μετα των μαθητων αυτου ανεχωρησεν εις την θαλασσαν και πολυς οχλος απο της γαλειλαιας και της ιουδαιας
Mar 3:8 και απο ιεροσολυμων και της ιδουμεας και οι περαν του ιορδανου και οι περι τυρον και οι περι σιδωνα πληθος πολυ ακουσαντες α εποιει ηλθαν προς αυτον
Mar 3:9 και ειπεν τοις μαθηταις αυτου ινα πλοιαριον προσκαρτερη αυτω δια τον οχλον ινα μη θλιβωσιν αυτον πολλοι
Mar 3:10 πολλους γαρ εθεραπευσεν ωστε επιπιπτειν εν αυτω ινα αυτου αψωνται οσοι ειχον μαστειγας
Mar 3:11 και πνευμα ακαθαρτα οταν ουν αυτον εθεωρουν προσεπιπτον αυτω και εκραζον λεγοντες συ ει ο υιος του θεου
Mar 3:12 και πολλα επετειμα αυτοις ινα μη αυτον φανερον ποιωσιν
Mar 3:13 και αναβαινει εις το ορος και προσκαλειται ους ηθελεν αυτος και ηλθον προς αυτον
Mar 3:14 και εποιησεν ινα ωσιν 12 μετ αυτου και ινα αποστελη αυτους κηρυσσειν το ευαγγελιον
Mar 3:15 και εδωκεν αυτοις εξουσιαν θεραπευειν τας νοσους και εκβαλλειν τα δαιμονια
Mar 3:16 και επεθηκεν σιμωνι ονομα πετρον
Mar 3:17 και τον ιακωβον του ζεβεδαιου και τον ιωαννην τον αδελφον αυτ(ο)υ και επεθηκεν εαυτοις ονομα βοανεργης ο εστιν υιοι βροντης
Mar 3:18 και ανδρεαν και φιλιππον και βαρθολομαιον και μαθθαιον και θωμαν και ιακωβον τον του αλφαιου και λεββαιον και σιμωνα το καναναιον
Mar 3:19 και ιουδας σκαριωθ ος και παρεδωκεν αυτον και εισερχονται εις οικον
Mar 3:20 και συνερχεται παλιν οχ[λος] ωστε μη δυνασθαι μητε αρτους φαγειν
Mar 3:21 και οτε ηκουσαν περι αυτου οι γραμματειν και οι λοιποι εξηλθον κρατησαισαι αυτον ελεγον γαρ οτι εξεσταται αυτους
Mar 3:22 και οι γραμματεις οι απο ιεροσολυμων καταβαντες ελεγον οτι βεελζεβουλ εχει και οτι εν τω αρχοντι των δαιμονιων εκβαλλει τα δαιμονια
Mar 3:23 και προσκαλεσαμενος αυτους εν παραβολαις ελεγεν ο κυριος ιησους πως δυναται σατανας σαταναν εκβαλειν
Mar 3:24 και εαν βασιλεια εφ εαυτην μερισθη ου δυναται σταθηναι η βασιλεια εκεινη
Mar 3:25 και εαν οικια εφ εαυτην μερισθη ου δυναται η οικεια εκεινη εσταναι
Mar 3:26 και εαν ο σατανας σαταναν εκβαλλει μεμερισθαι εφ εαυτον ου δυναται σταθηναι η βασιλεια αυτου αλλα το τελος εχει
Mar 3:27 ουδεις δυναται τα σκευη του ισχυρου εισελθων εις την οικιαν διαρπασαι εαν μη πρωτον τον ισχυρον δηση και τοτε την οικιαν αυτου διαρπαζει
Mar 3:28 αμην λεγω υμειν οτι παντα αφεθησεται τοις υιοις των ανθρωπων τα αμαρτηματα και βλασφημιαι οσα αν βλασφημησωσιν
Mar 3:29 ος αν δε τις βλασφημηση το πνευμα το αγιον ουκ εχει αφεσιν αλλα ενος εσται αιωνιου αμαρτιας
Mar 3:30 οτι ελεγον πνευμα ακαθαρτον εχειν
Mar 3:31 και ερχεται η μητηρ αυτου και οι αδελφοι αυτου και εξω εστωτες απεστειλαν προς αυτον φωνουντες αυτον
Mar 3:32 και εκαθητο προς τον οχλο_ και λεγουσιν αυτω ιδου η μητηρ σου και οι αδελφοι σου και αι αδελφαι σου εξω ζητουσιν σε
Mar 3:33 και απεκριθη αυτοις λεγων τις εστιν η μητηρ μου η αδελφοι
Mar 3:34 και περιβλεψαμενος τους κυκλω καθημενους ειπεν ιδου η μητηρ μου και οι αδελφοι μου
Mar 3:35 ος γαρ αν ποιηση το θελημα του θεου ουτος μου αδελφος και αδελφη και μητηρ εστιν
Mar 4:1 και ηρξατο παλιν διδασκειν προς την θαλασσαν και συνηχθη προς αυτον ο λαος πολυς ωστε αυτον εις το πλοιον ενβαντα καθησται περαν της θαλασσης και πας ο οχλος περαν της θαλασσης ην
Mar 4:2 και εδιδασκεν αυτους εν παραβολαις πολλαις και ελεγεν αυτοις εν τη διδαχη αυτου
Mar 4:3 ακουετε ιδου εξηλθεν ο σπειρων
Mar 4:4 και εν τω σπειραι ο μεν επεσεν παρα την οδον και ηλθαν τα πετεινα του ουρανου και κατεφαγαν αυτο
Mar 4:5 και αλλα επεσαν επει τα πετρωδη και οτι ουκ ειχεν γην πολλην και ευθυς εξανεστειλεν δια το μη εχειν βαθος την γην
Mar 4:6 και οτε ανετειλεν ο ηλιος εκαυματισθησαν και δια το μη εχειν ριζαν εξηρανθησαν
Mar 4:7 και αλλο επεσεν επι τας ακανθας και ανεβησαν αι ακανθαι και συνεπνιξαν αυτο και καρπον ουκ εδωκεν
Mar 4:8 και αλλο επεσεν εις την γην την καλην και εδιδου καρπον αναβαινοντα και αυξανομενον και φερει εν 30 και εν 60 και εν 100
Mar 4:9 και ελεγεν ος εχι ωτα ακουειν ακουετω και ο συνειων συνειετω
Mar 4:10 και οτε εγενετο κατα μονας επηρωτων αυτον οι μαθηται αυτου τις η παραβολη αυτη
Mar 4:11 και λεγει αυτοις υμειν δεδοται γνωναι το μυστηριον της βασιλειας του θεου εκεινοις δε τοις εξω εν παραβολαις παντα λεγεται
Mar 4:12 ινα βλεποντες ακουωσιν και μη ιδωσιν και ακουοντες ακουωσιν και μη συνωσιν μηποτε επιστρεψωσιν και αφεθησομαι αυτοις τα αμαρτηματα
Mar 4:13 και λεγει αυτοις ουκ οιδατε την παραβολην ταυτην και πως πασας τας παραβολας γνωσεσθαι
Mar 4:14 ο σπειρων τον λογον σπειρει
Mar 4:15 ουτοι δε εισιν οι παρα την οδον οις σπειρεται ο λογος και οταν ακουωσιν ευθεως ερχεται ο σατανας και αφερει τον λογον τον εσπαρμενον εν ταις καρδιαις αυτων
Mar 4:16 και ουτοι εισιν οι επει τα πετρωδης σπειρομενοι οι οταν ακουσωσιν τον λογον μετα χαρας λαμβανουσιν αυτον
Mar 4:17 και ουκ εχουσιν ριζαν εν εαυτοις αλλα προσκαιροι εισιν ειτα γενομενης θλιψεως και διωγμου δια τον λογον ευθεως σκανδαλισθησονται
Mar 4:18 και αλλοι εισιν οι εις τας ακανθας σπειρομενοι ουτοι εισιν οι τον λογον ακουσαντες
Mar 4:19 και αι μεριμναις του βιου και απαται του κοσμου εισπορευομεναι συνπνιγουσιν τον λογον και ακαρποι γεινονται
Mar 4:20 και ουτοι εισιν οι επι την γην την καλην σπαρεντες οιτινες ακουουσιν τον λογον και παραδεχονται και καρποφορουσιν εν 30 και εν 60 και εν 100
Mar 4:21 και ελεγεν αυτοις μητι απτεται ο λυχνος ινα υπο τον μοδιον τεθη η υπο την κλεινην και ουχι ινα επι την λυχνιαν τεθη
Mar 4:22 ου γαρ εστιν κρυπτον αλλ ινα φανερωθη ουδε εγενετο αποκρυφον αλλ ινα ελθη εις φανερον
Mar 4:23 ει τις εχει ωτα ακουειν ακουετω
Mar 4:24 και ελεγεν αυτοις βλεπετε τα ακουετε εν ω μετρω μετρειτε μετρηθησεται υμειν
Mar 4:25 ος γαρ αν εχει προστεθησεται αυτω και ος ουκ εχει και ο εχει αρθησεται απ αυτου
Mar 4:26 και ελεγεν ουτως εστιν η βασιλεια του θεου ως ανθρωπος σπορον βαλη επι της γης
Mar 4:27 και καθευδη και εγερθη νυκτα και ημερα_ και ο σπορος βλαστα και μηκυνεται ως ουκ οιδεν αυτος
Mar 4:28 οτι αυτοματη η γη καρποφορει πρωτον χορτον ειτα σταχυας ειτα πληρης ο σειτος εν τω σταχυι
Mar 4:29 και οταν παραδοι ο καρπος ευθεως αποστελλει το δρεπανον οτι παρεστηκεν ο θερεισμος
Mar 4:30 και ελεγεν τινι ομοιωσωμεν την βασιλειαν του θεου η εν ποια παραβολη παραβαλωμεν αυτην
Mar 4:31 ωμοια εστιν κοκκω σιναπεως οτι αν σπαρη επι την γην μεικροτερον εστιν παντων των σπερματων α εισιν επι της γης
Mar 4:32 και γεινεται μειζων παντων των λαχανω_ και ποιει κλαδους μεγαλους ωστε δυνασθαι υπο την σκειαν αυτου τα πετεινα του ουρανου κατασκηνουν
Mar 4:33 και τοιαυταις πολλαις παραβολαις ελαλει τον λογον καθως εδυναντο ακουειν
Mar 4:34 χωρεις δε παραβολης ουκ ελαλει αυτοις καθ ιδιαν δε τοις μαθηταις αυτου επελυε αυτας
Mar 4:35 και λεγει αυτοις εν εκεινη τη ημερα οψιας γενομενης διελθωνμεν εις το περα_
Mar 4:36 και αφιουσιν τον οχλον και παραλαμβανουσιν αυτον ως ην εν τω πλοιω και αλλαι δε πλοιαι πολλαι ησαν μετ αυτου
Mar 4:37 και εγενετο λαιλαψ μεγαλη ανεμου και τα κυματα εβαλεν εις το πλοιον ωστε ηδη γεμειζεσθαι το πλοιον
Mar 4:38 και ην αυτος εν τη πρυμνη επι προσκαιφαλαιου καθευδων και διεγειραντες αυτον λεγουσιν αυτω διδασκαλε ου μελει σοι οτι απολλυμεθα
Mar 4:39 και εγερθεις επετειμησεν τω ανεμω και τη θαλασση και ειπεν σιωπα και φιμωθητι και εκοπασεν ο ανεμος και εγενετο γαληνη μεγαλη
Mar 4:40 και ειπεν αυτοις τι δειλοι εσται ουπω εχετε πιστιν
Mar 4:41 και εφοβηθησαν φοβον μεγαν και ελεγον προς αλληλους τις αρα εστιν ουτος οτι και η θαλασσα και οι ανεμοι υπακουουσιν
Mar 5:1 και ηλθον εις το περαν και εις την χωραν των γερανηνων
Mar 5:2 και εξελθοντων αυτων εκ του πλοιου ευθεως υπηντησεν αυτω ανθρωπος εκ των μνημιων εν πνευματι ακαθαρτω
Mar 5:3 ος ειχεν την κατοικησιν εν τοις μνημειοις και ουδε αλυσεσιν ουκετι ουδεις αυτον εδυνατο δησαι
Mar 5:4 οτι πολλακις αυτον δεδεμενον πεδες και αλυσεσιν εν αις εδησαν διεσπακεναι και τας πεδας συντετριφεναι και μηδενα αυτον ισχυν δαμασαι
Mar 5:5 νυκτος δε και ημερας εν τοις ορεσιν και εν τοις μνημειοις ην κραζον και κατακοπτων εαυτον λιθοις
Mar 5:6 ιδων δε τον ιησουν απο μακροθεν εδραμεν και προσεκυνησεν αυτω
Mar 5:7 και κραξας φωνη μεγαλη ειπεν τι εμοι και σοι ιησου υιε του θεου του υψιστου ορκιζω σε τον θεον μη με βασανισης
Mar 5:8 ελεγεν γαρ αυτω ο ιησου εξελθε το πνευμα το ακαθαρτο_ εκ του ανθρωπου
Mar 5:9 και επηρωτα αυτον τι σοι ονομα εστιν και απεκριθη εστιν μοι ονομα λεγιων οτι πολλοι εσμεν
Mar 5:10 και παρεκαλει αυτον πολλα ινα μη αυτους αποστειλη εξω της χωρας
Mar 5:11 ην δε εκει προς τω ορει αγελη χοιρων βοσκομενη
Mar 5:12 και παρεκαλουτον τα δαιμονια ειποντα πεμψον ημας εις τους χοιρους ινα εις αυτους απελθωμεν
Mar 5:13 και ευθεως κυριος ιησους επεμψεν αυτους εις τους χοιρους και εξελθοντα τα πνευμα τα ακαθαρτα εισηλθον εις τους χοιρους και ωρμησεν η αγελη κατα του κρημνου εις την θαλασσαν ως δισχειλιοι και επνιγοντο εν τη θαλασση
Mar 5:14 οι δε βοσκοντες αυτος εφυγον και απηγγειλαν εις την πολιν και εις τους αγρους και εξηλθον ειδειν τι εστιν το γεγονος
Mar 5:15 και ερχονται προς τον ιησουν και θεωρουσιν αυτο_ τον δαιμονιζομενον καθημενον ειματισμενον και σωφρονουντα και εφοβηθησαν
Mar 5:16 διηγησαντο δε αυτοις οι ειδοντες πως εγενετο αυτω τω δαιμονιζομενω και περι των χοιρων
Mar 5:17 και παρεκαλουν αυτον ινα απελθη απο των οριων αυτων
Mar 5:18 και ενβαινοντος αυτου εις το πλοιον ηρξατο παρακαλειν αυτον ο δαιμονισθεις ινα η μετ αυτου
Mar 5:19 ο δε ι ιησους ουκ αφηκεν αυτον και ειπεν αυτω υπαγε εις τον οικον σου προς τους σους και διαγγειλον αυτοις οσα σοι ο θεος εποιησεν και οτι ηλεησεν σε
Mar 5:20 και απηλθεν και ηρξατο κηρυσσειν εν τη δεκαπολει οσα εποιησεν αυτω ο ιησους και παντες εθαυμαζο_
Mar 5:21 και διαπερασαντος του ιησου εις το περαν παλιν συνηχθη οχλος πολυς προς αυτον παρα την θαλασσαν
Mar 5:22 και ερχεται τις των αρχισυναγωγων και προσεπεσεν προς τους ποδας αυτου
Mar 5:23 παρακαλων αυτον και λεγων το θυγατριον μου εσχατως εχει ελθε αψαι αυτης εκ των χειρων σου ινα σωθη και ζηση
Mar 5:24 και υπηγεν μετ αυτου και ηκολουθει αυτω οχλος πολυς και συνεθλειβον αυτον
Mar 5:25 και γυνη τις ουσα εν ρυσει αιματος ετη 12
Mar 5:26 η πολλα παθουσα υπο πολλων ιατρω_ και δαπανησασα τα εαυτης παντα και μηδεν ωφελιθεισα αλλα μαλλον επι το χειρον
Mar 5:27 ακουσασα πε του ιησου ελθουσα οπισθεν και ηψατο του ιματιου αυτου εν τω οχλω
Mar 5:28 λεγουσα εν εαυτη οτι καν του ιματιου εαυτου αψωμαι σωθησομαι
Mar 5:29 και ευθεως εξηρανθη η πηγη του αιματος αυτης και εγνω τω σωματι οτι ειαται απο της μαστιγος
Mar 5:30 και ευθεως επιγνους και ο ιησους την δυναμιν εξελθουσαν απ αυτου και επιστραφεις εν τω οχλω ειπεν τις ηψατο των ιματιων μου
Mar 5:31 οι δε μαθηται αυτου λεγουσιν αυτω βλεπεις τον οχλον συνθλειβοντα σε και λεγεις τις μου ηψατο
Mar 5:32 και περιεβλεπετο ειδειν την τουτο ποιησασα_
Mar 5:33 η δε γυνη φοβηθισα και τρεμουσα διο πεποιηκει λαθρα ειδυια ο γεγονεν αυτη ηλθεν και προσεπεσεν αυτω και ειπεν αυτω πασαν την αληθειαν
Mar 5:34 ο δε ιησους ειπεν αυτη θυγατηρ η πιστις σου σεσωκεν σε υπαγε εις ειρηνην καισθι υγειης απο της μαστιγος σου
Mar 5:35 ετι αυτου λαλουντος ερχονται απο του αρχισυναγωγου λεγοντες αυτω οτι η θυγατηρ σου απεθανεν τι ετι σκυλλεις τον διδασκαλον
Mar 5:36 ο δε ιησους ακουσας τουτον τον λογον λεγει τω αρχισυναγωγω μη φοβου μονον πιστευε
Mar 5:37 και ουκ αφηκεν ουδε ενα παρακολουθησαι αυτω ει μη πετρον και ιακωβον και ιωαννην τον αδελφον αυτου
Mar 5:38 και ερχονται εις την οικειαν του αρχισυναγωγου και εθεωρει θορυβον κλαιοντων και αλαλαζοντων πολλα
Mar 5:39 και εισελθων λεγει αυτοις τι θορυβισθαι και τι κλαιετε το παιδιον ουκ απεθανεν αλλα καθευδει
Mar 5:40 οι δε κατεγελων αυτου αυτος δε εκβαλων τους οχλους εξω παραλαμβανει τον πατερα και την μητερα του παιδιου και τους μετ αυτου οντας και εισεπορευετο οπου ην το παιδιον
Mar 5:41 και κρατησας την χειρα του παιδιου λεγει αυτη ραββι θαβιτα κουμι ο εστιν μεθηρμενευομενον το κορασιον σοι λεγω εγειρε
Mar 5:42 και ευθεως ανεστη το κορασιον και περιεπατει ην δε ετων 12 και εξεστησαν παντες εκστασι μεγαλη
Mar 5:43 και διεστειλατο αυτοις ινα μηδεις γνοι τουτο και ειπεν δουναι αυτη φαγειν
Mar 6:1 και εξηλθεν εκειθεν καπηλθεν εις την πατριδα αυτου και ακολουθουσιν αυτω οι μαθηται αυτου
Mar 6:2 και ημερα σαββατων ηρξατο διδασκειν εν τη συναγωγη και πολλοι ακουσαντες εξεπλησσοντο επι τη διδαχη αυτου λεγοντες ποθεν τουτω ταυτα και τις η σοφια η δοθεισα αυτω ινα και δυναμις τοιαυται δια των χειρων αυτου γεινωνται
Mar 6:3 ουκ ουτος εστιν ο τεκτων ο υιος μαριας και ο αδελφος ιακωβου και ιωσητος και ιουδα και σιμωνος ουχι και αι αδελφαι αυτου ωδε προς ημας εισιν και εσκανδαλιζοντο εν αυτω
Mar 6:4 και ελεγεν αυτοις ο ιησους οτι ουκ εστιν προφητης ατιμος ει μη εν τη πατριδι αυτου και εν ταις συνγενεσι_ και εν τη οικια αυτου
Mar 6:5 και ουκ ηδυνατο εκει ουδεμιαν ποιησαι δυναμιν ει μη ολιγοις αρρωστοις επιθεις τας χειρας εθεραπευσεν
Mar 6:6 και εθαυμαζεν δια την πιστιν αυτων και περιηγεν τας κωμας κυκλω διδασκων
Mar 6:7 και προσκαλεσαμενος τους ιβ μαθητας απεστειλεν αυτους ανα 2 δους αυτοις εξουσιαν των πνευματων των ακαθαρτων
Mar 6:8 και παρηγγειλεν αυτοις εινα μηδεν ερωσιν εις οδον ει μη ραβδον μονον μητε πηραν μητε αρτον μητε εις την ζωνην χαλκον
Mar 6:9 αλλα υποδεδεμενους σανδαλια και μη ενδυσησθαι 2 χιτωνας
Mar 6:10 και ελεγεν αυτοις οπου αν εισελθητε εκει μενεται εως αν εξελθητε εκειθεν
Mar 6:11 και οσοι εαν μη δεξωνται υμας μηδε ακουσωσιν υμων εκπορευομενοι εκειθεν εκτειναξατε τον χουν των ποδων υμων εις μαρτυριον αυτοις
Mar 6:12 και εξελθοντες εκηρυξαν ινα μετανοωσιν
Mar 6:13 και δαιμονια πολλα εξεβαλον και αλειψαντες ελεω πολλους αρωστους εθεραπευον
Mar 6:14 και ηκουσεν ηρωδης ο βασιλευς φανερον γαρ εγενετο το ονομα αυτου και ελεγοσαν οτι ιωαννης ο βαπτιστης εγηγερται εκ νεκρων και δια τουτο ενεργουσιν αι δυναμις εν αυτω
Mar 6:15 αλλοι δε ελεγον οτι ηλιας εστιν αλλοι δε ελεγον οτι εις των προφητων
Mar 6:16 ακουσας δε ηρωδης ειπεν ον εγω απεκεφαλισα ουτος εκ νεκρων ηγερθη
Mar 6:17 αυτος γαρ ηρωδης αποστειλας εκρατησεν τον ιωαννην και εδησεν αυτον και εβαλεν εις φυλακην δια ηρωδιαδα την γυναικα φιλιππου του αδελφου αυτου οτι εγαμησεν αυτην
Mar 6:18 ελεγεν γαρ ιωαννης τω ηρωδη ουκ εξεστιν σε εχειν αυτην γυναικα του αδελφου σου
Mar 6:19 ηδε ηρωδιας ηνιχεν αυτω και ηθελεν αποκτειναι αυτον και ουχ ηδυνατο
Mar 6:20 ο γαρ ηρωδης εφοβειτο τον ιωαννην ειδως αυτον ανδρα δικαιον και αγιον ειναι και συνετηρει αυτον και ακουσας αυτου πολλα εποιει και ηδεως αυτου ηκουεν
Mar 6:21 και γενομενης δε ημερας ευκαιρου ηρωδης τοις γενεχλιοις αυτου δειπνον εποιησεν τοις μεγειστασιν και τοις χειλιαρχοις και τοις πρωτοις της γαλιλαιας
Mar 6:22 εισελθουσης δε της θυγατρος αυτου ηρωδιαδος και ορχησαμενης και αρεσασης τω ηρωδη και τοις συνανακειμενοις ειπεν ο βασιλευς τω κορασιω αιτησον με ο θελεις και δωσω σοι
Mar 6:23 και ωμοσεν αυτη πολλα ει τι αν με αιτησης δωσω σοι και το ημεισυ της βασιλειας μου
Mar 6:24 η δε εξελθουσα ειπεν τη μητρι αυτης τι αιτησωμαι η δε ειπεν την κεφαλην ιωαννου του βαπτιστου
Mar 6:25 και εισελθουσα προς τον βασιλεα ειπεν δος μοι επι πινακι ωδε την κεφαλην ιωανου του βαπτιστου
Mar 6:26 περιλυπος γενομενος ο βασιλευς ως ηκουσεν δια τους ορκους και δια τους συνανακειμενους ουκ ηθελησεν αυτην αθετησαι
Mar 6:27 αλλα ευθεως αποστειλας σπεκολατοραν επεταξεν ενεχθηναι την κεφαλην αυτου
Mar 6:28 ο δε απελθων απεκεφαλισεν αυτον εν τη φυλακη και ηνεγκεν την κεφαλην επι πινακει και εδωκεν αυτην τω κορασιω και το κορασιον εδωκεν τη μητρι αυτης
Mar 6:29 ακουσαντες δε οι μαθηται αυτου ηλθον και ηραν το πτωμα αυτου και εθηκαν αυτο εν τω μνημειω
Mar 6:30 και συναγονται οι αποστολοι προς τον ιησουν και απηγγειλαν αυτω παντα οσα εποιησαν και οσα εδιδαξαν
Mar 6:31 και ειπεν αυτοις ο ιησους δευτε υπαγωμεν εις ερημον τοπον και αναπαυεσθαι ολιγον ησαν γαρ οι ερχομενοι και οι υπαγοντες πολλοι και ουδε φαγειν ευκαιρος ειχον
Mar 6:32 και αναβαντες εις το πλοιον απηλθον εις ερημον τοπον κατ ιδιαν
Mar 6:33 και ειδαν αυτους υπαγοντας και εγνωσαν πολλοι και πεζη απο παντων πολεων συνεδραμον εκει και συνηλθον αυτου
Mar 6:34 και εξελθων και ειδων πολυν οχλον ο ιησους επλαννισθη επ αυτους οτι ησαν ως προβατα μη εχοντα πομενα και ηρξατο διδασκειν αυτους πολλα
Mar 6:35 ηδη δε ωρας πολλης γεινομενης προσελθοντες οι μαθηται αυτου λεγουσιν αυτω οτι ερημος εστιν τοπος ηδη ωρα πολλη
Mar 6:36 απολυσον αυτους ινα απελθοντες εις τους εγγιστα αγρους και εις τας κωμας ινα αγορασωσιν εαυτοις τι φαγειν
Mar 6:37 και αποκριθεις ειπεν αυτοις ο ιησους δοτε αυτοις υμεις φαγειν και λεγουσιν αυτω απελθοντες αγορασωμεν διακοσιων δηναριων αρτους και δωσωμεν αυτοις φαγειν
Mar 6:38 και λεγει αυτοις ο ιησους ποσους αρτους εχετες υπαγετε ειδετε και γνοντες λεγουσιν αυτω 5 αρτους και δυω ιχθυας
Mar 6:39 και επεταξεν ο ιησους ανακλειναι παντας κατα την συνποσιαν επι τω χλωρω χορτω
Mar 6:40 και ανεπεσον πρασιαι πρασιαι κατα 100 και κατα πεντηκοντα
Mar 6:41 και λαβων 5 αρτους και τους 2 ιχθυας αναβλεψας εις τον ουρανον ευλογησεν και κατεκλασεν τους 5 αρτους και εδιδου τοις μαθηταις αυτου ινα παραθωσιν κατεναντι αυτων και τους 2 ιχθυας εμερισεν πασιν
Mar 6:42 και εφαγον παντες και εχορτασθησαν
Mar 6:43 και ηραν κλασματων 12 κοφινους πληρεις και απο των ιχθυων
Mar 6:44 και ησαν οι φαγοντες 5 ανδρες
Mar 6:45 και ευθεως εξεγερθεις ηναγκασεν τους μαθητας αυτου ενβηναι εις το πλοιον και προσαγειν αυτον εις το περαν προς βησσαιδαν αυτος δε απολυει τον οχλον
Mar 6:46 και αποταξαμενος αυτοις απηλθεν εις το ορος προσευξασθαι
Mar 6:47 και οψιας γενομενης ην παλαι το πλοιον εν μεση τη θαλασση και αυτος μονος επι της γης
Mar 6:48 και ειδων αυτους βασανιζομενους και ελαυνοντας ην γαρ ο ανεμος εναντιος αυτοις και περι τεταρτην φυλακην της νυκτος ερχεται ο ιησους περιπατων επι της θαλασσης και ηθελησεν παρελθειν αυτους
Mar 6:49 οι δε ειδοντες αυτον περιπατουντα επι της θαλασσης εδοξαν φαντασμα ειναι και ανεκραξαν
Mar 6:50 παντες και εταραχθησαν και ελαλησεν προς αυτους λεγων θαρσειτε εγω ειμι μη φοβεισθαι
Mar 6:51 και ανεβη εις το πλοιον προς αυτους και εκοπασεν ο ανεμος και περισσως εν εαυτοις εξεσταντο και εθαυμαζον
Mar 6:52 ου γαρ συνηκαν επι τοις αρτοις ην γαρ η καρδια αυτων πεπωρωμενη
Mar 6:53 και διαπερασαντες εκειθεν ηλθον επι την γην γεννησαρ
Mar 6:54 και εξελθοντων αυτων εκ του πλοιου ευθεως επεγνωσαν αυτον
Mar 6:55 περιδραμοντες δε ολην την περιχωρον εκεινην ηρξαντο επι γραβαττοις φερειν παντας τους κακως εχοντας περιεφερον γαρ αυτους οπου αν ηκουσαν τον ιησουν ειναι
Mar 6:56 και που αν εισεπορευετο εις κωμας η εις αγρους η εις τας πολις εν ταις πλατειαις ετειθουν τους ασθενουντας και παρεκαλουν αυτον ινα καν του κρασπεδου του ιματιου αυτου αψωνται και οσοι ηψαντο αυτον εσωζοντο
Mar 7:1 και συναγονται προς αυτον οι φαρισαιοι και τινες των γραμματαιων ελθοντες απο ιεροσολυμων
Mar 7:2 και ειδοτες τινας των μαθητων αυτου κοινες χερσιν τουτ εστιν ανιπτοις εσθιοντας τους αρτους κατεγνωσαν
Mar 7:3 οι γαρ φαρισαιοι και παντες οι ιουδαιοι εαν μη πυγμη νιψωνται τας χειρας ουκ εσθειουσιν αρτον κρατουντες την παραδοσιν των πρεσβυτερων
Mar 7:4 και απ αγορας οταν ελθωσιν εαν μη βαπτισωνται ουκ εσθιουσιν και αλλα πολλα εστιν α παρελαβον αυτοις τηρειν βαπτισμους ποτηριων και ξεστων και χαλκιων και κλεινων
Mar 7:5 και επερωτωσιν αυτον οι φαρισαιοι και οι γραμματεις λεγοντες δια τι οι μαθηται σου ου περιπατουσιν κατα την παραδοσιν των πρεσβυτερων αλλα κοιναις ταις χερσιν αισθιουσιν τον αρτον
Mar 7:6 ο δε αποκριθεις ειπεν αυτοις οτι καλως επροφητευσεν ησαιας περι υμω_ υποκριτων και ειπεν ο λαος ουτος τοις χειλεσιν με αγαπα η δε καρδια αυτων πορρω αφεστηκεν αφ εμου
Mar 7:7 ματην δε σεβονται με διδασκοντες διδασκαλειας ενταλματα ανθρωπων
Mar 7:8 βαπτισμους ξεστων και ποτηριων και αλλα παρομοια α ποιειται τοιαυτα πολλα αφεντες την τολην του θεου κρατειτε την παραδοσιν των ανθρωπων
Mar 7:9 και ελεγεν αυτοις καλως ατεθειτε την εντολην του θεου ινα την παραδοσιν υμων στησηται
Mar 7:10 μωυσης γαρ ειπεν τειμα τον πατερα σου και την μητερα και ο κακολογων πατερα η μητερα θανατω τελευτειτω
Mar 7:11 υμεις δε λεγεται εαν ειπη ανθρωπος τω πατρι αυτου η τη μητρι κορβαν ο εστιν δωρον ο αν μου ωφεληθης
Mar 7:12 ουκ εναφιεται αυτον ουδεν ποιησαι τω πατρι η τη μητρι
Mar 7:13 ακυρουντες τον λογον του θεου τη παραδοσει υμων τη μωρα η παρεδωκατε και παρομοια τα αυτα πολλα ποιειτε
Mar 7:14 και προσκαλεσαμενος παλιν τον οχλον ελεγεν αυτοις ακουσατε μου παντες και συνιτε
Mar 7:15 ουδ εστιν εξωθεν του ανθρωπου εισπορευομενον εις αυτον ο δυναται αυτο_ κοινωσαι αλλα τα εκ του ανθρωπου εκπορευομενα εκεινα εστιν τα κοινουντα τον ανθρωπον
Mar 7:16 ει τις εχει ωτα ακουειν ακουετω
Mar 7:17 και οτε εισηλθεν εις την οικειαν απο του οχλου επηρωτων αυτον οι μαθηται αυτου την παραβολην
Mar 7:18 και λεγει αυτοις ουτως και υμεις ανυνετοι εσται ου νοειτε οτι παν το εξωθεν εισπορευομενον εις τον ανθρωπον ου δυναται αυτον κοινωσαι
Mar 7:19 ου γαρ εισερχεται εις την καρδιαν αυτου αλλ εις την κοιλειαν και εις τον οχετον εξερχεται καθαριζει παντα τα βρωματα
Mar 7:20 ελεγον δε οτι το εκ του ανθρωπου εκπορευομενον εκεινα κοινοι τον ανθρωπο_
Mar 7:21 εσωθεν γαρ εκ της καρδιας των ανθρωπων οι διαλογισμοι κακοι εκπορευονται πορνεια κλεμματα
Mar 7:22 μοιχειαι φονος πλεονεξια δολος πονηρια ασελγεια οφθαλμος πονηρος βλασφημιαι υπερηφανιαι αφροσυνη
Mar 7:23 παντα ταυτα τα πονηρα εσωθεν εκπορευεται και κοινοι τον ανθρωπον
Mar 7:24 και αναστας εκειθεν απηλθεν εις τα ορια τυρου και εισελθων εις την οικειαν ουδενα ηθελε γνωναι και ουκ ηδυνηθη λαθειν
Mar 7:25 γυνη δε ευθεως ως ακουσασα περι αυτου ης ειχεν το θυγατριο_ πνευμα ακαθαρτον ελθουσα και προσεπεσεν προς τους ποδας αυτου
Mar 7:26 ηδε γυνη ην ελληνις φυνισσα τω γενει και ηρωτα αυτον ινα το δαιμονιον εκβαλη απο της θυγατρος αυτης
Mar 7:27 και λεγει αυτη αφες πρωτον χορτασθηναι τα τεκνα ου γαρ εστιν καλον λαβειν τον αρτον των τεκνων και βαλιν τοις κυναριοις
Mar 7:28 ηδε απεκριθη αυτω λεγουσα κυριου αλλα και τα κυναρια υποκατω της τραπεζης εσθιουσιν απο των ψιχων των πεδων
Mar 7:29 και ειπεν αυτη υπαγε δια τουτον λογον εξεληλυθεν το δαιμονιον εκ της θυγατρος σου
Mar 7:30 και απελθουσα εις οικον ευρεν την θυγατερα_ βεβλημενην επι την κλινην και το δαιμονιον εξεληλυθος
Mar 7:31 και παλιν εξελθων εκ των οριων τυρου ηλθεν δια σιδωνος εις την θαλασσαν της γαλιλαιας ανα μεσον των οριων της δεκαπολεως
Mar 7:32 και φερουσιν αυτω κωφον και μογιλαλον και παρακαλουσιν αυτο_ ινα επιθη αυτω την χειραν
Mar 7:33 και απολαβομενος αυτον απο του οχλου κατ ιδιαν πτυσας εβαλεν τους δακτυλους αυτου εις τα ωτα αυτου και ηψατο της γλωσσης αυτου
Mar 7:34 και αναβλεψας εις τον ουρανον ανεστεναξεν και λεγει αυτω εφφεθα ο εστι_ διανυκθητι
Mar 7:35 και ηνυγησαν αι ακοαι αυτου και ελυθη ο δεσμος της γλωσσης αυτου και ελαλει ορθως
Mar 7:36 και διεστειλατο αυτοις ινα μηδενει μηδεν ειπωσιν οι δε αυτοι μαλλον περισσοτερως εκηρυσσο_
Mar 7:37 και υπερεκπερισσως εξεπλησσοντο λεγοντες καλως παντα πεποιηκεν και τους κωφους ποιει ακουειν και τους αλαλους λαλειν
Mar 8:1 εν εκειναις δε ταις ημεραις παλιν πολλου οχλου οντος και μη εχοντων αυτων τι φαγωσιν προσκαλεσαμενος τους μαθητας λεγει αυτοις
Mar 8:2 σπλαχνιζομαι επι του οχλου τουτου οτι ηδη ημεραι τρις εισιν απο ποτε ωδε εισιν και ουκ εχουσιν τι φαγωσιν
Mar 8:3 και απολυσαι αυτους νηστεις εις οικον ου θελω μη εκλυθωσιν εν τη οδω οτι και τινες εξ αυτω_ απο μακροθεν ηκασιν
Mar 8:4 και απεκριθησαν αυτω οι μαθηται αυτου ποθεν τουτους δυνησεται τις χορτασαι αρτων επ ερημειας
Mar 8:5 και επηρωτα αυτους ποσους αρτους εχεται οι δε ειπον 7
Mar 8:6 και παραγγελλει τω οχλω αναπεσιν επι της γης και λαβων τους 7 αρτους και ευχαριστησας εκλασεν και εδιδου τοις μαθηταις αυτου ινα παραθωσιν και παρεθηκαν τω οχλω
Mar 8:7 και ειχαν ιχθυδια ολιγα και ευχαριστησας ειπεν και αυτους εκελευσεν παρατειθεναι
Mar 8:8 και εφαγον και εχορτασθησαν και ηραν το περισσευμα των κλασματων σφυριδας 7
Mar 8:9 ησαν δε οι φαγοντες ως τετρακισχειλιοι και απελυσεν αυτους
Mar 8:10 και αυτος ανεβη εις το πλοιον μετα των μαθητων αυτου και ηλθεν εις τα ορια μελεγαδα
Mar 8:11 και εξηλθοσαν οι φαρισαιοι και ηρξαντο συνζητειν συν αυτω ζητουντες παρ αυτου το σημειον απο του ουρανου πειραζοντες αυτον
Mar 8:12 και αναστεναξας τω πνευματι λεγει τι η γενεα αυτη ζητει σημειον αμην λεγω υμειν ει δοθησεται τη γενεα ταυτη σημιον
Mar 8:13 και αφις αυτους παλιν ενβας εις το πλοιον απηλθεν εις το περαν
Mar 8:14 και επελαθοντο οι μαθηται λαβειν αρτους ει μη ενα αρτον ειχον μετ εαυτων εν τω πλοιω
Mar 8:15 και διεστελλετο αυτοις λεγων βλεπετε απο της ζυμης των φαρισαιων και της ζυμης ηρωδου
Mar 8:16 και διελογιζοντο προς αλληλους οτι αρτους ουκ ειχαν
Mar 8:17 και γνους ο ιησους λεγει αυτοις τι διαλογιζεσθαι εν ταις καρδιαις υμων οτι αρτους ουκ εχεται ουπω νοειτε ουδε συνιεται πεπηρωμενη εστιν η καρδια υμων
Mar 8:18 οφθαλμους εχοντες ου βλεπεται και ωτα εχοντες ουκ ακουετε ουδε μνημονευετε
Mar 8:19 οτε τους 5 αρτους τους εκλασα εις τους πεντακισχειλιους και ποσους κοφινους κλασματων ηρατε πληρεις λεγουσιν αυτω 12
Mar 8:20 οτε δε τους 7 εις τους τετρακισχειλιους ποσας σφυριδας κλασματων ηρατε οι δε ειπον 7
Mar 8:21 και λεγει αυτοις πως ουπω συννοειτε
Mar 8:22 και ερχονται εις βηθανιαν και φερουσιν αυτω τυφλον και παρακαλουσιν αυτον ινα αυτου αψηται
Mar 8:23 και λαβομενος την χειρα του τυφλου εξηγαγεν αυτον εξω της κωμης και πτυσας εις τα ομματα αυτου επειθεις τας χειρας αυτω επερωτα αυτον ει τι βλεπεις
Mar 8:24 και αναβλεψας λεγει βλεπω τους ανθρωπους ως δενδρα περιπατουντας
Mar 8:25 και παλιν επειθεις τας χειρας επι τους οφθαλμους αυτου και ηρξατο αναβλεψαι και αποκατεσταθη ωστε αναβλεψαι τηλαυγως παντα
Mar 8:26 και απεστειλεν αυτον εις οικον αυτου και λεγει αυτω υπαγε εις τον οικον σου και μηδενι ειπης εις την κωμην
Mar 8:27 και εξηλθεν ο ιησους και οι μαθηται αυτου εις καισαριαν της φιλιππου και εν τη οδω επηρωτα τους μαθητας αυτου λεγων τινα με λεγουσιν ειναι οι ανθρωποι
Mar 8:28 οι δε απεκριθησαν αυτω λεγοντες ιωαννην τον βαπτιστην αλλοι δε ηλιαν αλλοι δε ως ενα των προφητων
Mar 8:29 αυτος δε επηρωτα αυτους υμεις δε τεινα με λεγεται ειναι αποκριθεις δε ο πετρος λεγει αυτω συ ι ο χριστος
Mar 8:30 και επετειμησεν αυτω ινα μηδενει ειπωσιν περι αυτου
Mar 8:31 και ηρξατο διδασκειν αυτους οτι δει τον υιον του ανθρωπου πολλα παθειν και αποδοκιμασθηναι υπο των πρεσβυτερων και απο των αρχιερεων και των γραμματεων και αποκτανθηναι και μετα τρεις ημερας αναστηναι
Mar 8:32 και παρρησια τον λογον ελαλει και προσλαβομενος ο πετρος ηρξατο επιτειμαν αυτω
Mar 8:33 οδε επιστραφεις και ειδων τους μαθητας αυτου επετειμησεν πετρω λεγων υπαγε οπεισω μου σατανα οτι ου φρονις τα του θεου αλλα των ανθρωπων
Mar 8:34 και προσκαλεσαμενος τον οχλον συν τοις μαθηταις αυτου ειπεν ει τεις θελει οπισω μου ακολουθειν αρνησασθω εαυτον και αρατω τον σταυρον αυτου και ακολουθειτω μοι
Mar 8:35 ος γαρ αν θελη την ψυχην αυτου σωσαι απολεσει αυτην ενεκεν του ευαγγελιου σωσει αυτην
Mar 8:36 τι γαρ ωφελησει τον ανθρωπον εαν κερδηση τον κοσμον ολον και ζημιωθη την ψυχην αυτου
Mar 8:37 η τι γαρ δωσει ανθρωπος ανταλλαγμα της ψυχης αυτου
Mar 8:38 ος δ αν επεσχυνθησεται εμε και τους εμους λογους εν τη γενεα ταυτη τη μοιχαλιδι και αμαρτωλω και ο υιος του ανθρωπου επεσχυνθησεται αυτο_ οταν ελθη εν τη δοξη του πατρος αυτου μετα των αγγελων των αγιων
Mar 9:1 και ελεγεν αυτοις αμην λεγω υμειν οτι εισιν τινε ωδε των εστηκοτων μετ εμου οιτινες ου μη γευσωνται θανατου εως αν ειδωσιν την βασιλειαν του θεου εληλυθυιαν εν δυναμει
Mar 9:2 και μετα ημερας εξ παραλαμβανει ο ιησους τον πετρον και τον ιακωβον και τον ιωαννην και αναγει αυτους εις ορος υψηλον κατ ιδιαν μονους και τατεμορφωθη ενπροσθεν αυτων
Mar 9:3 και τα ειματια αυτου εγενενοντο στιλβοντα λευκα λια ως χιων ως ουναται τις λευκαναι επι της γης
Mar 9:4 και ωφθη αυτοις ηλειας συν μωυσει και συνελαλουν τω ιησου
Mar 9:5 και αποκριθεις ο πετρος ειπεν τω ιησου ραββει καλον εστιν ημας ωδε ειναι θελεις ποιησω σκηνας 3 σοι μιαν και μωυσει μιαν και ηλεια μειαν
Mar 9:6 ου γαρ ηδει τι λαλησει εκφοβοι γαρ εγενοντο
Mar 9:7 και εγενετο νεφελη επισκιαζουσα αυτοις και ηλθεν φωνη εκ της νεφελης λεγουσα ουτος εστιν ο υιος μου ο αγαπητος ακουετε αυτου αυτου
Mar 9:8 και ευθεως περιβλεψαμενοι ουκετι ουδενα ειδον ει μη τον ιησουν μονον μεθ εαυτων
Mar 9:9 και καταβαινοντων αυτων εκ του ορους διεστιλατο αυτοις ινα μηδενει α ειδοσαν διηγησωνται ει μη οταν ο υιος του ανθρωπου εκ νεκρων αναστη
Mar 9:10 και τον λογον εκρατησαν προς εαυτους συνζητουντες τι εστιν οταν εκ νεκρων αναστη
Mar 9:11 και επηρωτων αυτον λεγοντες οτι οι γραμματεις λεγουσιν ηλειαν δει πρωτον ελθειν
Mar 9:12 ο δε αποκριθεις ειπεν αυτοις ει ηλειας ελθων πρωτος αποκαταστανει παντα και πως γεγραπται επι τον υιον του ανθρωπου ινα πολλα παθη και εξουδενηθη
Mar 9:13 αλλα λεγω υμειν οτι και ηλειας εληλυθε και εποιησαν αυτω οσα ηθελον καθως γεγραπται επ αυτον
Mar 9:14 και ελθων προς τους μαθητας ειδεν οχλον πολυν προς αυτους και τους γραμματεις συνζητουντας αυτοις
Mar 9:15 και ευθεως πας οχλος ειδοντες τον ιησουν εθαμβησαν και προσχεροντες ησπαζοντο αυτον
Mar 9:16 και επηρωτησεν αυτους τι συνζητειτε εν υμειν
Mar 9:17 και απεκριθη αυτω εις εκ του οχλου διδασκαλε ηνεγκα τον υιον μου προς σε εχοντα πνευμα αλαλον
Mar 9:18 και οπου αν αυτον καταλαβη ρασσει και αφριζει και τριζει τους οδοντας και ξηρενεται και ειπον τοις μαθηταις σου ινα αυτο εκβαλωσιν και ουκ ισχυσαν εκβαλειν αυτο
Mar 9:19 και αποκριθεις αυτοις λεγει ω γενεα απιστε εως ποτε προς υμας εσομαι εως ποτε ανεξομαι υμων φερετε αυτον προς με
Mar 9:20 και ηνεγκαν αυτον και ειδων αυτον το πνευμα εταραξεν αυτον και πεσων επι της γης εκυλιετο αφριζων
Mar 9:21 και επηρωτησεν τον πατερα αυτου ποσος χρονος εστιν ως τουτο γεγονεν αυτω ο δε ειπεν εκ παιδος
Mar 9:22 και πολλακις αυτον εις πυρ και εις υδατα βαλλει ινα αυτον απολεση αλλα ει τι δυνη βοηθησον ημειν κυριε σπλαγχνισθεις εφ ημας
Mar 9:23 ο δε ιησους ειπεν αυτω ει δυνη πιστευσαι παντα δυνατα τω πιστευοντι
Mar 9:24 και ευθεως κραξας ο πατηρ του παιδιου μετα δακρυων λεγει πιστευω βοηθει τη απιστεια μου
Mar 9:25 και οτε ειδεν ιησους οτι επισυντρεχει οχλος επετειμησεν τω πνευματι τω ακαθαρτω ειπων αυτω το αλαλον και κωφον πνευμα εγω σοι επιτασσω εξελθελθε εξ αυτου και μηκετι εισελθης εις αυτον
Mar 9:26 και κραξας και πολλα σπαραξας εξηλθεν απ αυτου και εγενετο ως νεκρος ωστε πολλους λεγοντας οτι απεθανεν
Mar 9:27 ο δε ιησους κρατησας της χειρος αυτου ηγειρεν αυτον και ανεστη
Mar 9:28 και εισελθοντος αυτου εις οικον οι μαθηται αυτου κατιαν ηρωτων αυτον δια τι ημεις ουκ ηδυνηθημεν εκβαλειν αυτο
Mar 9:29 και ειπεν αυτοις τουτο το γενος εν ουδεν δυναται εξελθειν ει μη εν προσευχη και νηστεια
Mar 9:30 κακειθεν εξελθοντες επορευοντο δια της γαλιλαιας και ουκ ηθελεν ινα τις γνοι
Mar 9:31 εδιδασκεν γαρ τους μαθητας αυτου και ελεγεν αυτοις οτι υιος του ανθρωπου παραδιδοται εις χειρας ανθρωπου και αποκτεινουσιν αυτον και μετα 3 ημερας αναστησεται
Mar 9:32 οι δε ηγνοουν το ρημα και εφοβουντο αυτον επερωτησαι
Mar 9:33 και ηλθοσαν εις καφαρναουμ και εν τη οικεια γενομενος επηρωτα αυτους τι εν τη οδω διελογιζεσθαι
Mar 9:34 οι δε εσιωπων προς αλληλους γαρ διελεχθησαν τις μιζων γενηται αυτων
Mar 9:35 τοτε καθισας εφωνησεν τους 12
Mar 9:36 και λαβων το παιδιον εστησεν αυτον εν μεσω αυτων και ανακλισαμενος αυτο ειπεν αυτοις
Mar 9:37 ος αν των τοιουτων παιδιων δεξηται εν τω ονοματι μου εμε δεχεται και ος αν εμε δεξηται ουκ εμε δεχεται αλλα τον αποστειλαντα με
Mar 9:38 απεκριθη αυτω ιωαννης και ειπεν διδασκαλε ειδαμεν τινα εν τω ονοματι σου εκβαλλοντα δαιμονια ος ουκ ακολουθει μεθ ημων και εκωλυομεν αυτον
Mar 9:39 ο δε αποκριθεις ειπε_ μη κωλυετε ουδεις γαρ εστιν ος ποιησει δυναμιν επι τω ονοματι μου και δυνησεται ταχυ κακολογησαι με
Mar 9:40 ος γαρ ουκ εστιν καθ υμων υπερ υμων εστι_
Mar 9:41 ος γαρ αν ποτιση υμας ποτηριον υδατος εν τω ονοματι μου οτι χριστου εσται αμην λεγω υμειν οτι ου μη απολεσει τον μισθον αυτου
Mar 9:42 και ος αν σκανδαλιζη ενα των μεικρων τουτων των πιστιν εχοντων καλον εστιν αυτω μαλλον ει περιεκειτο μυλος ονικος επι τον τραχηλο_ και εις την θαλασσαν εβληθη
Mar 9:43 και εαν σκανδαλιζη σε η χειρ σου αποκοψον αυτην καλον εστιν σοι κυλλον (σε) ελθειν εις την ζωην η β χειρας εχοντα βληθηναι εις την γεενναν οπου εστιν το πυρ το ασβεστον
Mar 9:44 οπου ο σκωληξ αυτων ου τελευτα και το πυρ ου σβενυτε
Mar 9:45 καν ο πους σου σκανδαλιζη σε αποκοψον αυτον καλον σοι εστιν χωλον εισελθειν εις την ζωην αιωνιον η τους 2 ποδας εχοντα βληθηναι εις την γεενναν εις το πυρ το ασβεστον
Mar 9:46 οπου ο σκωληξ αυτων ου τελευτα και το πυρ ου σβεννυτε
Mar 9:47 και ο οφθαλμος σου ι σκανδαλιζει σε εκβαλε αυτον καλον σοι εστιν μονοφθαλμον εισελθειν εις την βασιλειαν του θεου η β οφθαλμους εχοντα απελθειν εις την γεενα_
Mar 9:48 οπου ο σκωλης αυτων ου τελευτα και το πυρ ου σβεννυτε
Mar 9:49 πασα γαρ θυσια αλι αλισθησεται
Mar 9:50 καλον το αλας εαν δε το αλας αναλον γενησεται εν τινι αυτο αρτυσεται εχετε εν εαυτοις αλα και ειρηνευεται εν αλληλοις
Mar 10:1 και εκειθεναστας ερχεται εις τα ορια της ιουδαιας περαν του ιορδανου και συνερχεται παλιν ο οχλος προς αυτον ως ειωθι και παλιν εδιδασκεν αυτους
Mar 10:2 και παλ(ιν) εδιδ(υσ)κεν αυτου(ς κ) γυναικα απολυσαι πειραζοντες αυτον
Mar 10:3 οδε αποκριθεις ειπεν αυτοις τι υμεινετειλατο (υ)ωυσης
Mar 10:4 οι δε ειπαν επετρεψεν μωυσης βιβλιον αποστασιου δουναι γραψαι και απολυσαι
Mar 10:5 και αποκριθεις ο ιησους ειπεν προς την σκληροκαρδιαν υμων εγραψεν μωυσης την εντολην ταυτην
Mar 10:6 απο δε αρχης αρσεν και θηλυν εποιησεν ο θεος και ειπεν
Mar 10:7 ενεκεν τουτου καταλειψει ανθρωπος τον πατερα και την μητερα εαυτου και προσκολληθησεται προς την γυναικα αυτου
Mar 10:8 και εσονται οι 2 εις σαρκα μιαν ωστε ουκετι εισιν 2 αλλα μια σαρξ
Mar 10:9 ο ο θεος εζευξεν ανθρωπος μη χωριζετω
Mar 10:10 και ει εις τιν οικιαν παλιν οι μαθηται αυτου περι του αυτου λογου επηρωτησαν αυτον
Mar 10:11 και λεγει αυτοις ος αν απολυση την γυναικα αυτου και αλλην γαμηση μοιχαται επ αυτην
Mar 10:12 και εαν γυνη εξελθη απο του ανδρος και αλλον γαμηση μοιχαται
Mar 10:13 και προσεφερον αυτω παιδια ινα αψηται αυτων οι δε μαθηται αυτου επετειμων τοις προσφερουσιν
Mar 10:14 ιδων δε ο ιησους ηγανακτησεν και ειπεν αυτοις αφεται τα παιδαρια ερχεσθαι προς με και μη κωλυεται αυτα των γαρ τοιουτων εστιν η βασιλεια του θεου
Mar 10:15 αμην λεγω υμειν ος αν μη δεξηται την βασιλειαν του ως παιδιον ου μη εις αυτην εισελευσεται
Mar 10:16 και προσκαλεσαμενος αυτα ετιθει τας χειρας επ αυτα και ευλογει αυτα
Mar 10:17 και εκπορευομενου αυτου εις οδον προσδραμων εις και γονυπετων αυτον ηρωτα αυτον λεγων διδασκαλε αγαθε τι ποιησω ινα ζωην αιωνιον κληρονομησω
Mar 10:18 ο δε ιησους ειπεν αυτω τι με λεγεις αγαθον ουδεις αγαθος ει μη μονος εις θεος
Mar 10:19 τας εντολας οιδας μη μοιχευσης μη πορνευσης μη κλεψης μη ψευδομαρτυρησεις μη αποστερησεις τειμα τον πατερα και την μητερα
Mar 10:20 ο δε αποκριθεις ειπεν αυτω διδασκαλε παντα ταυτα εφυλαξα εκ νεοτητος μου
Mar 10:21 ο δε ιησους εβλεψας αυτω ηγαπησεν αυτον και ειπεν αυτω εν σοι υστερει υπαγε οσα εχεις πωλησον και δος τοις πτωχοις και εξεις θησαυρον εν ουρανω και δευρο ακολουθει μοι
Mar 10:22 ο δε εστυγνασεν επι τουτω τω λογω και απηλθεν λυπουμενος ην γαρ εχων πολλα χρηματα
Mar 10:23 και περιβλεψαμενος ο ιησους λεγει τοις μαθηταις αυτου πως δυσκολως οι τα χρηματα εχοντες εις την βασιλειαν του θεου εισελευσονται ταχειον καμηλος δια τρυμαλιδος ραφιδος διελευσεται η πλουσιος εις την βασιλειαν του θεου
Mar 10:24 οι δε μαθηται αυτου εθανβουντο επι τοις λογοις αυτου ο δε ιησους παλιν αποκριθεις λεγει αυτοις τεκνα πως δυσκολον εστιν τους πεποιθοτας επι τοις χρημασιν εις την βασιλειαν του θυ εισελθειν
Mar 10:25 
Mar 10:26 οι δε περισσως εξεπλησσοντο λεγοντες προς εαυτους και τις δυναται σωθηναι
Mar 10:27 ενβλεψας δε αυτοις ο ιησους λεγει παρα ανθρωποις τουτο αδυνατον εστιν παρα δε τω θεω δυνατον
Mar 10:28 και ηρξατο πετρος λεγειν αυτω ειδου ημεις αφηκαμεν παντα και ηκολουθηκαμεν σοι
Mar 10:29 αποκριθεις δε ο ιησους αμην λεγω υμειν ουδεις εστιν ος αφηκεν η αδελφους η αδελφας η μητερα η τεκνα η αγρους ενεκεν εμου η ενεκα του ευαγγελιου
Mar 10:30 ος αν μη λαβη εκατονταπλασιονα εν τω καιρω τουτω ος δε αφηκεν οικειαν και αδελφας και αδελφους και μητερα και τεκνα και αγρους μετα διωγμου εν τω αιωνι τω ερχομενω ζωην αιωνιον λημψεται
Mar 10:31 πολλοι δε εσονται πρωτοι εσχατοι και εσχατοι πρωτοι
Mar 10:32 ησαν δε εν τη οδω αναβαινοντες εις ιεροσολυμα και ην πρ(οσαγων) αυτους ο ιησους και εθαμβουντο κα(ι) παρ(αλαβων παλ)ιν τους 12 ηρξατο αυτοις λεγειν τα μελ(λοντα αυ)τω συνβαινειν
Mar 10:33 ο(τι) ειδου ανα(βαινομε)ν εις ειεροσολυμα και ο υιος του ανθρωπου παραδοθησεται τοις αρχειερευσιν και γραμματευσιν και κατακρινουσιν αυτον θανατου και παραδωσουσιν αυτον τοις εθνεσιν
Mar 10:34 και ενπεξουσιν αυτω και ενπτυξουσιν αυτω και μετα τρις ημερας αναστησεται
Mar 10:35 και προσπορευοντε αυτω ιακωβος και ιωαννης οι υιοι ζεβεδαιου και λεγουσιν αυτω διδασκαλε θελομεν ο αν σε ερωτησωμεν ποιησης ημειν
Mar 10:36 ο δε λεγει αυτοις ποιησω υμειν
Mar 10:37 και ειπαν αυτω δος ημειν ινα εις εκ δεξιων σου και εις εξ ευωνυμων καθισωμεν εν τη δοξη σου
Mar 10:38 ο δε ιησους αποκριθεις ειπεν αυτοις ουκ οιδατε τει αιτισθε δυνασθαι πειν το ποτηριο_ ο εγω πεινω η το βαπτισμα ο εγω βαπτιζομαι βαπτισθηναι
Mar 10:39 οι δε ειπαν δυναμεθα ο δε ιησους ειπεν αυτοις το μεν ποτηριον ο εγω πεινω πειεσθαι και το βαπτισμα ο εγω βαπτιζομαι βαπτισθηεσθαι
Mar 10:40 το δε καθισε εκ δεξιων (μου και εξ) ευωνυμων ουκ εστιν εμ(ον) δου(ναι) αλλ οισ ητοιμα(θαι)
Mar 10:41 ακουσαντες οι λοιποι (ι) ηρξαντο αγανακτειν περι του ιακωβου και ιωαννου
Mar 10:42 και προσκαλεσαμενος αυτους ο ιησους λεγει αυτοις οιδατε οτι οι δοκουντες αρχειν των εθνων και κατακυριευσουσιν αυτων και οι μεγαλοι αυτων κατεξουσιαζουσιν αυτων
Mar 10:43 ουχ ουτως εστιν εν υμειν αλλ ος αν θελη μεγας εν υμειν ειναι εστε υμων διακονος
Mar 10:44 και ος αν θελη υμων ειναι πρωτος εσται υμων δουλος
Mar 10:45 και γαρ ο υιος του ανθρωπου ουκ ηλθεν διακονηθηναι αλλα διακονησαι και δουναι την ψυχην αυτου λυτρον αντι πολλων
Mar 10:46 και ερχεται εις ιεριχω και εκπορευομενου αυτου εκειθεν μετα των μαθητων αυτου και οχλου ικανου ο υιος τιμεου βαριτειμιας τυφλος εκαθητο παρα την οδον επετων
Mar 10:47 και ακουσας οτι ιησους ο ναζορηνος εστιν ηρξατο κραζειν και λεγειν υιος δαυειδ ιησου ελεησον με
Mar 10:48 και επετειμων αυτω πολλοι ινα σιωπηση και επετειμων αυτω πολλοι δαυειδ ελεησον με
Mar 10:49 και στας ο ιησους ειπεν αυτον φωνηθηναι οι δε λεγουσιν τω τυφλω θαρσει εγειρε φωνει σε
Mar 10:50 ο δε αποβαλων το ιματιον αυτου αναπηδησας ηλθεν προς αυτον
Mar 10:51 και αποκριθεις αυτω ο ιησους ειπεν τι θελεις ποιησω σοι ο δε τυφλος ειπεν αυτω κυριε ραββει ινα αναβλεψω
Mar 10:52 ο δε ιησους ειπεν αυτω υπαγε η πιστις σου σεσωκεν σε και ευθεως ανεβλεψεν και ηκολουθει αυτω εν τη οδω
Mar 11:1 και οτε ηγγιζεν εις ιεροσολυμα και εις βηθανιαν προς το ορος των ελαιων αποστελλει 2 των μαθητων αυτου
Mar 11:2 και ειπεν αυτοις υπαγετε εις την κωμην την κατεναντι υμων και ευθεως εισπορευομενοι ευρησεται πωλον δεδεμενον εφ ον ουδεις ανθρωπων καικαθηκεν λυσαντες αυτον και αγαγετε
Mar 11:3 και αν τις υμειν ειπη τι λυετε τον πωλον ειπατε οτι ο κυριος αυτου χρειαν εχει και ευθυς αυτον αποστελλει παλιν ωδε
Mar 11:4 και απελθοντες ευρον πωλον δεδεμενον προς την θυ την θυραν του αμφοδου και λυουσιν αυτον
Mar 11:5 και τινες των εκει εστηκοτων ελεγον αυτοις τι ποιειτε λυοντες τον πωλον
Mar 11:6 οι δε ειπον καθως ειρηκει αυτοις ο ιησους και αφηκαν αυτους
Mar 11:7 και ηγαγον τον πωλον προς τον ιησουν και επιβαλλουσιν αυτω τα ιματια αυτου και καθειζει επ αυτον
Mar 11:8 πολλοι δε τα ιματια αυτων εστρωννυον εις την οδον αλλοι δε εστιβαδας εκοπτον εκ των δενδρων και εστρωννυον την οδον
Mar 11:9 και οι προσαγοντες και οι ακολουθουντες εκραζον λεγοντες ευλογημενος ο ερχομενος εν ονοματι κυριου
Mar 11:10 και ευλογημενη η ερχομενη βασιλεια του πατρος ημων δαυειδ οσσαννα εν τοις υψιστοις
Mar 11:11 και εισελθων εις εροσολυμα και εις το ιερον περιβλεψαμενος παντα οψειας ηδη ουσας ωρας εξηλθεν εις βηθανιαν μετα των 12 μαθητων
Mar 11:12 και τη επαυριον ον εξελθοντα απο βηθανιας επινασεν
Mar 11:13 και ειδων απο μακροθεν συκην εχουσαν φυλλα ηλθεν ειδειν εαν τι εστιν εν αυτη και μηδεν ευρων ει μη φυλλα ου γαρ ην ο καιρος συκων
Mar 11:14 αποκριθεις ειπεν αυτη μηκετι εις τον αιωνα εξ ου μηδεις καρπον φαγη και ηκουον οι μαθηται αυτου
Mar 11:15 και εισελθων εις ιεροσολυμα και οτε ην εν τω ιερω ηρξατο εκβαλλειν εκειθεν τους πωλουντας και αγοραζοντας εν τω ιερω και τας τραπεζας των κολλυβιστω_ και τας καθεδρας των πωλουντων τας περιστας
Mar 11:16 και ουκ ηφιεν ινα τις διενεγκη σκευος δια του ιερου
Mar 11:17 και εδιδασκεν λεγων αυτοις γεγραπται ο οικος μου οικος προσευχης κληθησεται πασιν τοις εθνεσιν υμεις δε εποιησατε αυτην σπηλεον ληστων
Mar 11:18 και ηκουσαν οι αρχειερεις και οι γραμματεις εζητουν πως αυτον απολεσωσιν εφοβουντο γαρ αυτον οτι πας ο οχλος εξεπλησσετο επι τη διδαχη αυτου
Mar 11:19 και οτε οψε εγενετο εξεπορευετο εκ της πολεως
Mar 11:20 και παραπορευομενοι το πρωι ιδον την συκην εξηραμμενην εκ ριζων
Mar 11:21 και αναμνησθεις ο πετρος λεγει αυτω ραββει ιδου η συκη ην κατηρασω εξηρανθη
Mar 11:22 και αποκριθεις ο ιησους λεγει αυτοις ει εχετε πιστιν του θεου
Mar 11:23 αμην λεγω υμειν ος αν ειπη τω ορει τουτω αρθητι και βληθητι εις την θαλασσαν και μη διακριθης εν τη καρδια αυτου αλλα πιστευση το μελλον ο αν ειπη γενησεται αυτω
Mar 11:24 δια τουτο λεγω υμειν παντα οσα προσευχεσθαι και ετεισθαι πιστευεται οτι λημψεσθαι και εσται υμειν
Mar 11:25 και οταν στηκεται προσευχομενοι αφιετε ει τει εχεται κατα τινος ινα και ο πατηρ υμων ο ων εν τοις ουρανοις αφησει υμειν τα παραπτωματα
Mar 11:26 ει δε υμεις ουκ αφιεται ουδε ο πατηρ υμων ο εν ουρανοις αφησει υμειν τα παραπτωματα υμων
Mar 11:27 και ερχεται παλιν εις ιεροσολυμα και εν τω ιερω περιπατουντος αυτου ερχονται προς αυτον οι αρχιερεις και οι γραμματεις και οι πρεσβυτεροι του λαου
Mar 11:28 και λεγουσιν αυτω εν ποια εξουσια ταυτα ποιεις
Mar 11:29 ο δε ιησους αποκριθεις ειπεν αυτοις επερωτησω υμας καγω ενα λογον αποκριθητε μοι και εγω λεγω υμειν εν ποια εξουσια ταυτα ποιω
Mar 11:30 το βαπτισμα το ιωαννου εξ ουρανων ην η εξ ανθρωπων αποκριθητε μοι
Mar 11:31 και διελογιζοντο προς εαυτους λεγοντες τι ειπωμεν εαν ειπωμεν εξ ουρανου λεγει υμειν δια τι ουν ουκ επιστευσατε αυτω
Mar 11:32 εαν ειπωμεν εξ ανθρωπων φοβουμεν τον λαον παντες γαρ ηδεισαν τον ιωαννην οτι αληθως προφητης ην
Mar 11:33 και αποκριθεντες λεγουσιν τω ιησου ουκ οιδαμε_ αποκριθεις ο ιησους λεγει αυτω ουδε εγω λεγω υμειν εις ποιαν εξουσιαν ταυτα ποιω
Mar 12:1 και ηρξατο αυτοις εν παραβολαις λεγειν ανπελωνα εφυτευσεν ανθρωπος και περιεθηκεν φραγμον και ωρυξεν υποληνιον και ωκοδομησεν πυργο_ και εξεδοτο αυτον τοις γεωργοις και απεδημησεν
Mar 12:2 και απεστειλεν προς τους γεωργους τω καιρω δουλον ινα απο του καρπου του αμπελωνος δωσουσιν αυτω
Mar 12:3 και λαβοντες αυτον εδειραν και απεστειλαν καινον προς αυτον
Mar 12:4 και παλιν απεστειλεν προς αυτους αλλον δουλον και εκεινον εκεφαλαιωσαν και ητιμησαν
Mar 12:5 και αλλον απεστειλεν δουλον κακεινον απεκτειναν και πολλους αλλους ους μεν δεροντες αλλους δε αποκτεννοντες
Mar 12:6 ετι ουν ενα εχων υιον αγαπητον κακεινον απεστειλεν εσχατον λεγων οτι τον υιον μου εντραπησονται
Mar 12:7 οι δε γεωργοι ειπαν προς εαυτους ουτος εστιν ο κληρονομος δευτε αποκτεινωμεν αυτον και ημων εσται η κληρονομια
Mar 12:8 και λαβοντες αυτον απεκτειναν και εξεβαλον αυτον εξω του αμπελωνος
Mar 12:9 τι ουν ποιησει ο κυριος του αμπελωνος ελευσεται και απολεσει τους γεωργους και δωσει τον αμπελωνα αλλοις
Mar 12:10 ουδε την γραφην ταυτην ανεγνωτε λιθον ον απεδοκιμασαν οι οικοδομουντες ουτος εγενηθη εις κεφαλην γωνειας
Mar 12:11 παρα κυριου εγενετο αυτη και εστιν θαυμαστη εν οφθαλμοις ημων
Mar 12:12 και εζητουν αυτον κρατησαι και εφοβηθησαν τον οχλον εγνωσαν γαρ οτι προς αυτους την παραβολην ειπεν και αφεντες αυτον απηλθαν
Mar 12:13 και αποστελλουσιν τινας των φαρισαιων και των ηρωδιανων ινα αυτον παγιδευσωσιν λογω
Mar 12:14 και επηρωτων αυτον οι φαρισαιοι διδασκαλε οιδαμεν οτι αληθης ει και ου μελει σοι περι ουδενος ου γαρ βλεπεις εις προσωπον ανθρωπων αλλα επ αληθειας την οδον του θεου διδασκεις ειπε ουν ημειν ει εξεστιν ημας δουναι επικαιφαλαιον καισαρι η ου
Mar 12:15 ο δε ιησους ειδων αυτων την υποκρισιν ειπεν αυτοις τι με πειραζετε φερετε μοι δηναριον ινα ειδω
Mar 12:16 οι δε ηνεγκαν και λεγει αυτοις τινος η εικων αυτη και η επιγραφη ειπαν αυτω καισαρος
Mar 12:17 αποκριθεις δε ο ιησους ειπεν αποδοτε τα του καισαρος τω καισαρι και τα του θεου τω θεω και εθαυμαζοντο επ αυτον
Mar 12:18 και ερχονται προς αυτον σαδδουκαιοι οιτινες λεγουσιν αναστασιν μη ειναι και επηρωτων αυτον λεγοντες
Mar 12:19 διδασκαλε μωυσης ημειν εγραψεν εαν τινος αδελφος αποθανη και εχη γυναικα και τεκνα μη αφη ινα λαβη ο αδελφος αυτου την γυναικα αυτου και εξαναστηση σπερμα τω αδελφω αυτου
Mar 12:20 ησαν ουν παρ ημειν 7 αδελφοι και ο πρωτος ελαβεν γυναικα και απεθανεν και ουκ αφηκεν σπερμα
Mar 12:21 και ο δευτερος ελαβεν αυτην και απεθανεν και ουδε αυτος ουκ αφηκεν σπερμα και ωσαυτως
Mar 12:22 ελαβον αυτην οι 7 και ουκ αφηκαν σπερμα και η γυνη απεθανεν
Mar 12:23 εν τη αναστασι ουν τινος αυτων εσται η γυνη οι γαρ 7 εσχον αυτην γυναικα
Mar 12:24 αποκριθεις δε ο ιησους ειπεν αυτοις ου δια τουτο πλανασθαι μη γεινωσκοντες τας γραφας μηδε την δυναμιν του θεου οιδατε
Mar 12:25 οταν γαρ εκ νεκρων αναστησουσιν ου γαμουσιν ουδε γαμιζουσιν αλλα εισιν ως αγγελοι εν τοις ουρανοις
Mar 12:26 περι δε των νεκρων οτι εγειρονται ουκ ανεγνωται εν τη βυβλω μωυσεως επι της βατου ως ειπεν αυτω ο θεος λεγων εγω θεος αβρααμ και θεος ισακ και θεος ιακωβ
Mar 12:27 ουκ εστιν θεος νεκρων αλλα ζωντων υμεις ουν πολυ πλανασθαι
Mar 12:28 και προσελθων εις των γραμματεων ακουσας αυτω συνζητουντων και ειδων οτι καλως αυτοις απεκριθη επηρωτησεν αυτον λεγων διδασκαλε ποια εστιν εντολη πρωτη
Mar 12:29 αποκριθεις δε ο ιησους ειπεν αυτω παντων πρωτη ακουε ιστραηλ κυριος ο θεος ημων κυριος εις εστιν
Mar 12:30 και αγαπησεις κυριον τον θεον σου εξ ολης καρδιας σου και εξ ολης της ψυχης σου και εξ ολης της ισχυος σου αυτη πρωτη εντολη
Mar 12:31 δευτερα δε ομοια ταυτη αγαπησεις τον πλησιον σου ως σεαυτον μειζων τουτων εντολη αλλη ουκ εστιν
Mar 12:32 και ειπεν αυτω ο γραμματευς καλως ειπες διδασκαλε επ αληθειας οτι εις εστιν ο θεος και ουκ εστιν πλην αυτου
Mar 12:33 και το αγαπαν αυτον εξ ολης της καρδιας και εξ ολης της δυναμεως και εξ ολης της ψυχης αυτου και το αγαπαν τον πλησιον ως σεαυτον πλειον εστιν παντων των ολοκαυτωματω_ και θυσιων
Mar 12:34 και ο ιησους ειδων οτι νουνεχως απεκριθη ειπεν αυτω ου μακραν ει απο της βασιλειας του θεου και ουδεις ετολμα αυτον επερωτησε
Mar 12:35 και αποκριθεις ο ιησους διδασκων εν τω ιερω ειπεν πως λεγουσιν οι γραμματεις οτι ο χριστος υιος δαυειδ εστιν
Mar 12:36 και ουτος δαυειδ ειπεν εν τω πνευματι τω αγιω λεγει κυριος τω κυριω μου καθου εκ δεξιων μου εως θωσω τους εκχθους σου υποκατω των ποδων σου
Mar 12:37 αυτος δαυειδ λεγει αυτον κυριον και ποθεν εστιν υιος αυτου και πολυς οχλος και ηδεως αυτου ηκουεν
Mar 12:38 ο δε διδασκων αμα ελεγεν αυτοις βλεπετε απο των γραμματαιων και των τελωνων εν στολαις περιπατειν και ασπασμους εν ταις αγοραις ποιεισθαι
Mar 12:39 και πρωτοκαθεδριας εν ταις συναγωγαις και πρωτοκλισιας εν τοις δειπνοις
Mar 12:40 οι κατεσθιουσιν οικειας χηρων και ορφανων προφασει μακρα προσευχομενοι ουτοι λημψονται περισσοτερον κριμα
Mar 12:41 και κατεναντι του γαζοφυλακιου καθεζομενος ο ιησους εθεωρει πως ο οχλος εβαλλον πολλα
Mar 12:42 ελθουσα δε αμα χηρα εβαλεν λεπτα δυο ο εστιν κοδραντης
Mar 12:43 και προσκαλεσαμενος τους μαθητας αυτου ειπεν αυτοις αμην λεγω υμειν οτι η χηρα η πτωχη αυτη πλειον παντων εβαλεν των βαλλοντων εις το γαζοφυλακιον
Mar 12:44 παντες γαρ ουτοι εκ του περισσευοντος αυτοις εβαλον αυτη δε εκ της υστερησεως αυτης παντα οσα ειχεν εβαλεν ολον τον βιον αυτης
Mar 13:1 και εκπορευομενου αυτου εκ του ιερου λεγει αυτω εις εκ των μαθητων αυτου διδασκαλε ειδε ποδαποι λιθοι και ποδαπαι οικοδομαι του ιερου
Mar 13:2 και αποκριθεις ειπεν αυτοις ο ιησους βλεπετε ταυτας τας μεγαλας οικοδομας αμην λεγω υμειν οτι ου μη αφεθη ωδε λιθος επι λιθον ου μη καταλυθη και δια τριων ημερων αλλος αναστησεται ανευ χειρων
Mar 13:3 και καθημενου αυτου εις το ορος των ελαιων κατεναντι του ιερου επηρωτων αυτον κατ ειδιαν ο πετρος και ιακωβος και ιωαννης και ανδρεας
Mar 13:4 ειπον ημειν ποτε ταυτα εσται και τι το σημιο_ οταν μελλει παντα ταυτα συντελεισθαι
Mar 13:5 και αποκριθεις ο ιησους ειπεν αυτοις βλεπετε μη τεις υμας πλανησει
Mar 13:6 πολλοι γαρ ελευσονται επι τω ονοματι μου λεγοντες εγω ειμι και πολλου πλανησουσιν
Mar 13:7 οταν δε ακουσητε πολεμους και ακοας πολεμων μη θορυβεισθαι δει γαρ γενεσθαι αλλα ουπω το τελος
Mar 13:8 εγερθησεται γαρ εθνος επι εθνος και βασιλεια επι βασιλειαν εσονται σεισμοι κατα τοπους και λειμοι αρχη ωδεινων ταυτα
Mar 13:9 ειτα υμας αυτους παραδωσουσιν εις συνεδρια και εις συναγωγας δαρησεσθαι και επι ηγεμονων και βασιλεων σταθησεσθαι ενεκεν εμου εις μαρτυριον αυτοις
Mar 13:10 και εις παντα εθνη πρωτον δει κηρυχθηναι το ευαγγελιον εν πασι τοις εθνεσιν
Mar 13:11 και οταν αγωσιν υμας παραδιδοντες μη προμεριμνατε τι λαλησητε αλλα ο αν δοθη υμειν εν εκεινη τη ωρα αυτο λαλειτε ου γαρ εστε υμεις οι λαλουντες αλλα το πνευμα το αγιον
Mar 13:12 και παραδωσει αδελφος αδελφον εις θανατο_ και πατηρ τεκνον και επαναστησονται τεκνα επι γονεις και θανατωσουσιν αυτους
Mar 13:13 και εσεσθαι μεισουμενοι υπο παντων δια το ονομα μου ο δε υπομεινας εις τελος ουτος σωθησεται
Mar 13:14 οταν δε ειδητε το βδελυγμα της ερημωσεως εστηκος οπου ου δει ο αναγεινωσκων νοειτω τι αναγεινωσκει τοτε οι εν τη ιουδαια φευγετωσαν εις τα ορη
Mar 13:15 και ο επι του δωματος μη καταβατω εις την οικειαν μηδε εισελθατω αραι τι εκ της οικιας αυτου
Mar 13:16 και ο εις τον αγρον μη επιστρεψετω οπισω αραι το ιματειον αυτου
Mar 13:17 ουαι ταις εν γαστρι εχουσαις και ταις θηλαζομεναις εν εκειναις ταις ημεραις
Mar 13:18 και προσευχεσθαι ινα μη χειμωνος γενωνται
Mar 13:19 εσονται γαρ αι ημεραι εκειναι θλειψεις οιαι ουκ εγενοντο τοιαυται απ αρχης κτισεως εως του νυν ουδε μη γενωνται
Mar 13:20 και ει μη κυριος εκολοβωσεν τας ημερας δια τους εκλεκτους αυτου ουκ αν εσωθη πασα σαρξ αλλα δια τους εκλεκτους ους εξελεξατο εκολοβωσεν τας ημερας
Mar 13:21 και τοτε αν τις υμειν ειπη ιδου ωδε ο χριστος η ειδε εκει μη πιστευετε
Mar 13:22 εγερθησονται γαρ ψευδοπροφηται και ποιησουσιν σημεια και τερατα προς το αποπλαναν ει δυνατον τους εκλεκτους
Mar 13:23 υμεις δε βλεπετε ιδου προειρηκα υμειν παντα
Mar 13:24 αλλα εν εκειναις ταις ημεραις μετα την θλειψειν εκεινην ο ηλιος σκοτισθησεται και η σεληνη ου δωσει το φεγγος αυτης
Mar 13:25 και οι αστεραις οι εκ του ουρανου εσονται πειπτοντες και αι δυναμις των ουρανων σαλευθησονται
Mar 13:26 και τοτε οψονται τον υιον του ανθρωπου ερχομενον επι των νεφελων μετα δυναμεως πολλης και δοξης
Mar 13:27 και τοτε αποστελει τους αγγελους και επισυναξει τους εκλεκτους εκ των δ ανεμων απ ακρων γης εως ακρου ουρανου
Mar 13:28 απο δε της συκης μαθεται την παραβολην οταν ηδη ο κλαδος αυτης απαλος γενηται και εκφυη τα φυλλα εν αυτη γεινωσκεται οτι ηδη εγγυς το θερος εστιν
Mar 13:29 ουτως και υμεις οταν ειδητε παντα ταυτα γεινομενα γεινωσκεται οτι εγγυς εστιν επι θυραις
Mar 13:30 αμην λεγω υμειν οτι ου μη παρελθη η γενεα αυτη εως ου παντα ταυτα γενηται
Mar 13:31 ο ουρανος και η γη παρελευσονται οι δε λογοι μου ου παρελθωσιν
Mar 13:32 περι δε της ημερας εκεινης και της ωρας ουδεις οιδεν ουδε οι αγγελοι εν τω ουρανω ουδε ο υιος ει μη ο πατηρ
Mar 13:33 βλεπεται ουν αγρυπνιτε ουκ οιδατε γαρ ποτε ο καιρος
Mar 13:34 ως ανθρωπος αποδημων αφεις την οικειαν αυτου και δους τοις δουλοις αυτου την εξουσιαν εκαστω το εργον αυτου και τω θυρουρω ενετειλατο ινα γρηγορη
Mar 13:35 γρηγορειτε ουν ουκ οιδατε γαρ ποτε ο κυριος της οικειας ερχεται οψε η μεσονυκτιου η αλεκτοροφωνιου η πρωι
Mar 13:36 μη εξελθων εξεφνης ευρη υμας καθευδοντας
Mar 13:37 εγω δε λεγω υμειν γρηγορειτε
Mar 14:1 ην δε το πασχα μετα β ημερας και εζητουν οι αρχιερεις και οι γραμματεις πως αυτον κρατησαντες και αποκτεινωσιν
Mar 14:2 ελεγον γαρ μηποτε εν τη εορτη εσται θορυβος του λαου
Mar 14:3 και οντος του ιησου εν βηθανια εν τη οικια σιμωνος του λεπρου κατακειμενου αυτου ηλθεν γυγη εχουσα αλαβαστρον μυρου και θραυσασα τον αλαβαστρον κατεχεεν επι της κεφαλης αυτου
Mar 14:4 οι δε μαθηται αυτου διεπονουντο και ελεγο_ εις τι η απωλεια αυτη του μυρου
Mar 14:5 ηδυνατο πραθηναι το μυρον τουτο επανω 300 και δοθηναι τοις πτωχοις και ενεβριμωντο εν αυτη
Mar 14:6 ο δε ιησους ειπεν αυτοις αφετε αυτην τι αυτη κοπους παρεχεται καλον εργον ηργασατο εν εμοι
Mar 14:7 παντοτε γαρ τους πτωχους εχετε μεθ υμων και οταν θεληται δυνασθαι αυτοις ευ ποιειν εμε δε ου παντοτε εχεται
Mar 14:8 ο εσχεν αυτη εποιησεν προελαβεν μυρισε το σωμα μου εις τον ενταφιασμον
Mar 14:9 αμην δε λεγω υμειν οπου αν κηρυχθη το ευαγγελιον εις ολον τον κοσμον και ο εποιησεν αυτη λαληθησεται εις μνημοσυνον αυτης
Mar 14:10 και ιουδας σκαριωτης εκ των 12 απηλθεν προς τους αρχιερεις ινα προδοι αυτον
Mar 14:11 οι δε εχαρησαν και επηγγειλαντο αυτω αργυριον δουναι και εζητει πως ευκαιρως αυτον παραδοι
Mar 14:12 και τη πρωτη ημερα των αζυμων οτε το πασχα εθυον λεγουσιν αυτω οι μαθηται που θελεις απελθοντες ετοιμασωμεν σοι ινα φαγης το πασχα
Mar 14:13 και αποστελλει δυο εκ των μαθητων αυτου λεγων υπαγε εις την πολιν και απαντησει υμειν ανθρωπος κεραμειον υδατος βασταζων ακολουθησατε αυτω
Mar 14:14 και οπου αν εισελθη ειπατε τω οικοδεσποτη οτι ο διδασκαλος λεγει που εστιν το καταλυμα μου οπου μετα των μαθητων μου φαγομαι το πασχα
Mar 14:15 και αυτος υμειν δειξει αναγαιον οικον εστρωμενον μεγαν ετοιμον κακει ετοιμασατε ημειν
Mar 14:16 και εξηλθον οι μαθηται αυτου και εξηλθον οι μαθηται αυτου και ηλθον εις την πολιν και εποιησαν καθως ειπεν αυτοις και ητοιμασαν το πασχα
Mar 14:17 οψιας δε γενομενης ερχεται μετα των 12
Mar 14:18 και ανακειμενων αυτων και εσθιοντων λεγει ο ιησους αμην λεγω υμειν οτι εις εξ υμων παραδωσει με ο εσθιων μετ εμου
Mar 14:19 οι δε ηρξαντο λυπισθαι και λεγειν αυτω εις καθ εις μητι εγω και αλλος μητι εγω
Mar 14:20 ο δε λεγει αυτοις εις εκ των 12 ο ενβαπτιζομενος μετ εμου εις το τρυβαλιον
Mar 14:21 ο μεν υιος του ανθρωπου παραδιδοτε καθως εστιν γεγραμμενον περι αυτου ουαι δε τω ανθρωπω εκεινω δι ου παραδιδοτε καλον ην αυτω ει ουκ εγεννηθη ο ανθρωπος εκεινος
Mar 14:22 και εσθιοντων αυτων λαβων αρτον ευλογησεν και εκλασεν και εδωκεν αυτοις και ειπεν λαβετε τουτ εστιν το σωμα μου
Mar 14:23 και λαβων ποτηριον ευχαριστησας εδωκεν αυτοις και επιον εξ αυτου παντες
Mar 14:24 και ειπεν αυτοις τουτ εστιν το αιμα μου το της διαθηκης το υπερ πολλων εχχυννομενον
Mar 14:25 αμην λεγω υμειν οτι ου μη προσθω πειν εκ του γεννηματος της αμπελου εως της ημερας εκεινης οταν αυτο πεινω καινον εν τη βασιλεια του θεου
Mar 14:26 και υμνησαντες εξηλθον εις το ορος των ελαιω_
Mar 14:27 τοτε λεγει αυτοις ο ιησους οτι παντες υμεις σκανδαλισασθαι οτι γεγραπται παταξω τον ποιμενα και τα προβατα διασκορπισθησονται
Mar 14:28 αλλα μετα το εγερθηναι με προαξω υμας εις την γαλιλαιαν
Mar 14:29 ο δε πετρος λεγει αυτω και εαν παντες σκανδαλισθωσιν αλλ ουκ εγω ου σκανδαλισθησομαι
Mar 14:30 και λεγει αυτω ο ιησους αμην λεγω σοι οτι ταυτη τη νυκτει πριν αλεκτορα φωνησαι τρις με απαρνηση
Mar 14:31 ο δε εκπερισσως ελαλει εαν μη δεη συναποθανειν σοι ου μη σε απαρνησομαι ωσαυτως δε παντες ελεγον
Mar 14:32 και ερχονται εις χωριον ου το ονομα γησαμανει και λεγει αυτοις καθισατε ωδε εως προσευξομαι
Mar 14:33 και παραλαμβανει τον πετρον και ιακωβον και ιωαννην μετ αυτου και ηρξατο εκθαμβεισθαι και ακηδεμονειν
Mar 14:34 τοτε λεγει αυτοις περιλυπος εστιν η ψυχη μου εως θανατου μεινατε ωδε και γρηγορειτε
Mar 14:35 και προσελθων μεικρον επεσεν επι προσωπον επι της γης και προσηυχετο ει δυνατον εστιν ινα παρελθη απ αυτου η ωρα αυτη
Mar 14:36 και ελεγεν αββα ο πατηρ δυνατα παντα σοι εισιν παρενεγκε τουτο το ποτηριον απ εμου αλλ ουχ ο εγω θελω αλλ ο συ θελεις
Mar 14:37 και ερχεται και ευρισκι αυτους καθευδοντας και λεγει τω πετρω σιμων καθευδεις ουκ ισχυσατε μιαν ωραν γρηγορησαι
Mar 14:38 γρηγορειτε και προσευχεσθαι μη εισελθητε εις πειρασμον το μεν πνευμα προθυμον η δε σαρξ ασθενης
Mar 14:39 και παλιν απελθων προσηυξατο
Mar 14:40 και ελθων ευρεν αυτους καθευδοντας ησαν γαρ οι οφθαλμοι αυτων καταβαρουμενοι και ουκ ηδισαν τι αποκριθωσιν αυτω
Mar 14:41 και ερχεται το τριτον και λεγει αυτοις καθευδετε λοιπον και αναπαεσθαι απεχει το τελος και η ωρα ιδου παραδιδοτε ο υιος του ανθρωπου εις τας χειρας των αμαρτωλων
Mar 14:42 εγειρεσθαι αγωμεν ιδου ηγγικεν ο παραδιδων με
Mar 14:43 και ετι αυτου λαλουντος παραγεινεται ιουδας σκαριωτης εις των 12 και μετ αυτου οχλος πολυς μετα μαχαιρων και ξυλων παρα των αρχιερεων και απο των γραμματεω_ και των πρεσβυτερων
Mar 14:44 εδωκεν δε ο παραδιδους αυτον σημειον λεγων ον αν φιλησω αυτος εστιν κρατησατε αυτο_ και απαγετε αυτον ασφαλως
Mar 14:45 και προσελθων λεγει αυτω ραββει και κατεφιλησεν αυτον
Mar 14:46 οι δε επεβαλον τας χειρας αυτω και εκρατησαν αυτον
Mar 14:47 και τις σπασαμενος μαχαιραν (π) τον δουλον του αρχιερεως και αφιλεν αυτου το ωταριον
Mar 14:48 ο δε ιησους ειπεν αυτοις επι ληστην εξηλθατε μετα μαχαιρων και ξυλων συνλαβειν με
Mar 14:49 καθ ημεραν ημην προς υμας εν τω ιερω διδασκων και ουκ εκρατησατε με αλλ ινα πληρωθωσιν αι γραφαι
Mar 14:50 και αφεντες αυτον παντες εφυγον
Mar 14:51 νεανισκος δε τις ηκολουθει αυτους περιβεβλημενος συνδονα επι γυμνου και κρατουσιν αυτον
Mar 14:52 ο δε καταλειπων την σινδονα γυμνος εφυγεν απ αυτων
Mar 14:53 και απηγαγον τον ιησουν προς τον αρχιεραια και συνερχονται παντες οι αρχιερεις και γραμματεις και πρεσβυτεροι
Mar 14:54 και ο πετρος απο μακροθεν ηκολουθησεν αυτω εως εις την αυλην του αρχιερεως και ην καθημενος μετα τω υπηρερων θερμενομενος προς το φως
Mar 14:55 οι δε αρχειερεις και ολον το συνεδριον εζητουν κατα του ιησου μαρτυριαν ινα θανατωσουσιν αυτον και ουχ ηυρισκον
Mar 14:56 πολλοι γαρ εψευδομαρτυρουν ελεγον κατ αυτου και εισαι αι μαρτυριαι ουκ ησαν
Mar 14:57 και αλλοι ανασταντες εψευδομαρτυρουν και ελεγον κατ αυτου
Mar 14:58 οτι ημεις ηκουσαμεν αυτου λεγοντος οτι εγω καταλυσω τον ναον τον χειροποιητον και δια τρειων ημερων αλλον αναστησω αχειροποιητον
Mar 14:59 και ουδε ουτως ην ιση η μαρτυρια αυτων
Mar 14:60 και αναστας ο αρχιερευς εις το μεσον επηρωτησεν τον ιησουν λεγων ουκ αποκρινη ουδεν τι ουτοι σου καταμαρτυρουσιν
Mar 14:61 εκεινος δε εσειγα και ουδεν απεκριθη και λεγει αυτω ο αρχιερευς συ ει ο χριστος ο υιος του ευλογητου
Mar 14:62 ο δε ιησους αποκριθεις λεγει αυτω εγω ειμι και οψεσθαι τον υιον του ανθρωπου εκ δεξιων καθημενον δυναμεως μετα των νεφελων του ουρανου
Mar 14:63 ο δε αρχιερευς διαρρηξας τους χειτωνας αυτου και λεγει τι ετι χρειαν εχομεν μαρτυρων
Mar 14:64 ηκουσατε την βλασφημιαν αυτου τι υμειν δοκει παντες δε κατεκριναν αυτω ενοχον θανατου
Mar 14:65 και ηρξαντο τινες ενπτυειν τω προσωπω αυτου και εκολαφιζον αυτο_ και ελεγον αυτω προφητευσον και ραπισμασιν ελαμβανον αυτον
Mar 14:66 και οντος του πετρου εν τη αυλη ερχετε προς αυτον μια των παιδισκων του αρχιερεως
Mar 14:67 και ειδουσα τον πετρον θερμενομενον ενβλεψασα λεγει αυτω συ μετα του ιησου του ναζορηνου ησθα
Mar 14:68 ο δε ηρνησατο λεγων ουτε οιδα ουτε ηπισσαμαι τι λεγεις εξηλθεν εξω εις την προσαυλην και αλεκτωρ εφωνησεν
Mar 14:69 παλιν δε ειδουσα αυτον η παιδισκη ο δε παλιν ηρνησατο και ηρξατο λεγειν τοις παρεστηκοσιν οτι και αυτος εξ αυτων εστι_
Mar 14:70 και μετα μεικρον παλιν οι παρεστηκοτες ελεγον αληθως εξ αυτων ει και γαρ γαλιλαιος ει
Mar 14:71 ο δε ηρξατο αναθεματειζειν και λεγειν οτι ουκ οιδα τον ανθρωπον ον λεγεται
Mar 14:72 και ευθεως εκ δευτερου αλεκτωρ εφωνησεν και ανεμνησθη ο πετρος το ρημα ο ειπεν ιην και ηρξατο κλαιειν
Mar 15:1 και ευθεως πρωι συνβουλιον εποιησαν οι αρχιερεις μετα των πρεσβυτερων και των γραμματεω_ και ολον το συνεδριον και δησαντες τον ιησουν απηγαγον εις την αυλην και παρεδωκαν πειλατω
Mar 15:2 και επηρωτησεν αυτον ο πειλατος συ ει ο βασιλευς των ιουδαιων και αποκριθεις αυτω λεγει συ λεγεις
Mar 15:3 και κατηγορουσιν αυτου οι αρχιερεις πολλα
Mar 15:4 ο δε πειλατος επηρωτησεν αυτον παλιν λεγων ουκ αποκρεινη ουδεν ιδε ποσα σου κατηγορουσιν
Mar 15:5 ο δε ιησους ουκετι ουδεν απεκριθη ωστε θαυμαζειν τον πειλατον
Mar 15:6 κατα δε την εορτην απελυεν αυτοις ενα δεσμειον ον αν ητουντο
Mar 15:7 ην δε ο λεγομενος βαραββας μετα των στασιαστων δεδεμενος οιτινες εν τη στασει πεποιηκεισαν φονον
Mar 15:8 και αναβας ολος ο οχλος ηρξατο αιτεισθαι αυτο_ καθως αει εποιει αυτοις
Mar 15:9 ο δε πειλατος αποκρειθεις λεγει αυτοις θελετε απολυσω τον βασιλεα των ιουδαιων
Mar 15:10 ηδι γαρ οτι δια φθονον παρεδωκαν αυτον οι αρχιερεις
Mar 15:11 οι δε αρχιερεις επεισαν τω οχλω ινα μαλλον βαραββαν απολυση αυτοις
Mar 15:12 οδε πειλατος αποκριθεις ειπεν αυτοις τι ουν θελεται ποιησω βασιλει των ιουδαιω_
Mar 15:13 οι δε εκραξαν παλιν λεγοντες σταυρωσον αυτον
Mar 15:14 ο δε πειλατος ελεγεν αυτοις τι γαρ κακον εποιησεν οι δε περισσως εκραζον σταυρωσον αυτον
Mar 15:15 οδε πειλατος απελυσεν αυτοις τον βαραββαν τον δε ιησουν φλαγελλωσας παρεδωκεν ινα σταυρωθη
Mar 15:16 οι δε στρατιωται απηγαγον αυτον εσω εις την αυλην ο εστιν πραιτωριον και καλουσιν ολην την σπειραν
Mar 15:17 και ενδυδισκουσιν αυτον πορφυραν και επιτιθεασιν αυτω ακανθινον στεφανον
Mar 15:18 και ηρξαντο ασπαζεσθαι αυτον χαιραι βασιλευ των ιουδαιων
Mar 15:19 και ετυπτον αυτον καλαμω εις την κεφαλη_ και ενεπτυον αυτω
Mar 15:20 και οτε εξεδυσαν αυτον την πορφυραν και ενεδυσαν αυτον τα ιματια και εξαγουσιν αυτον ινα σταυρωσουσιν
Mar 15:21 και ανγαρευουσιν τον σιμωνα παραγοντα τον κυρηνεον ερχομενον απο αγρου τον πατερα αλεξανδρου και ρουφου ινα αρη τον σταυρον αυτου
Mar 15:22 και αγουσιν αυτον επι τοπον γολγοθα ο εστιν μεθερμηνευομενον κρανιου τοπος
Mar 15:23 και εδιδουν αυτω πειν εσμυρνισμενον οινον και ουκ ελαβεν
Mar 15:24 και σταυρωσαντες αυτον διαμεριζονται τα ιματια αυτου βαλλοντες κληρον επ αυτα
Mar 15:25 ην δε ωρα 3 και εφυλασσον αυτον
Mar 15:26 ην δε επιγραφη της αιτιας αυτου επιγεγραμμενη ουτος εστιν ο βασιλεους των ιουδαιων
Mar 15:27 και συν αυτω σταυρουνται 2 λησται ενα εκ δεξιων και ενα εξ ευωνυμων
Mar 15:28 
Mar 15:29 και οι παραγοντες εβλασφημουν αυτον κεινουντες τας κεφαλας και λεγοντες ουα ο καταλυων τον ναον και οικοδομων 3 ημεραις
Mar 15:30 σωσον σεαυτον καταβας απο του σταυρου
Mar 15:31 και οι αρχιερεις ενπεζοντες εις αλληλους μετα των γραμματαιων ελεγον αλλους εσωσεν εαυτον ου δυναται σωσαι
Mar 15:32 ο χριστος ο βασιλευς ισραηλ καταβατω νυν απο του σταυρου ινα ιδωμεν και πιστευσωμεν αυτω και οι συνεσταυρωμενοι ωνιδιζον αυτον
Mar 15:33 και γενομενης ωρας στιγμα σκοτος εγενετο εφ ολης της γης εως ωρας 9
Mar 15:34 και τη ενατη ωρα εφωνησεν φωνη μεγαλη ηλει ηλει λαμα ζαφθανει ο εστιν μεθερμηνευομενον ο θεος μου ο θεος μου εις τι ωνιδισας με
Mar 15:35 και τινες των παρεστωτων ακουσαντες ελεγον ηλιαν φωνι ουτος
Mar 15:36 και δραμων εις και πλησας σφογγον οξους επιθεις καλαμω αφες ειδωμεν ει ερχεται ηλιας καθελιν αυτο_
Mar 15:37 ο δε ιησους αφεις φωνην μεγαλην εξεπνευσεν
Mar 15:38 και το καταπετασμα του ναου εσχισθη εις 2 μερη απ ανωθεν εως κατω
Mar 15:39 ιδων δε ο κεντυριων ο παρεστηκως εκι ουτως αυτον κραξαντα και εξεπνευσεν αληθως ουτος ο ανθρωπος θεου υιος ην
Mar 15:40 ησαν δε και γυναικες απο μακροθεν θεωρουσαι εν αις ην μαρια μαγδαληνη και μαρια ιακωβου του μεικρου και ιωσητος μητηρ και σαλωμη
Mar 15:41 αι και οτε ην εν τη γαλιλαια ηκολουθησαν αυτω και αλλαι πολαι αι συναναβασαι αυτω εις ιεροσολυμα
Mar 15:42 και ηδη οψιας γενομενης επι ην παρασκευη ο εστιν πριν σαββατον
Mar 15:43 ηλθεν ιωσηφ απο αριμαθιας ευσχημων βουλευτης ος ην και αυτος προσδεχομενος την βασιλειαν του θεου τολμησας ηλθεν προς πειλατον και ετησατο το πτωτου ιησου
Mar 15:44 ο δε πειλατος εθαυμαζεν ει ηδη ει τεθνηκει και προσκαλεσαμενος τον κεντυριωνα επηρωτησεν αυτον ει ηδη τεθνηκει
Mar 15:45 και γνους παρα του κεντουριωνος εδωρησατο το πτωμα αυτου τω ιωσηφ
Mar 15:46 ο δε ιωσηφ αγορασας σινδονα λαβων αυτον ενειλησεν εις την σινδονα και εθηκεν αυτον εν τω μνημειω ο ην λελατομημενον εκ της πετρας και προσκυλισας λιθον επι την θυραν του μνημιου και απηλθεν
Mar 15:47 η δε μαρια μαγδαληνη και μαρια ιακωβου εθεασαντο τον τοπον οπου τεθειται
Mar 16:1 και πορευθεισαι ηγορασαν αρωματα ινα αυτον αλιψωσιν
Mar 16:2 και ερχορται πρωι μιας σαββατου επι το μνημιον ανατελλοντος του ηλιου
Mar 16:3 και ελεγον προς εαυτους τι σημιον αποκαλυ(ψ) τον λιθον απο της θυρας του μνημιου ην γαρ μεγας σφοδρα
Mar 16:4 και ερχονται και ευρισκουσιν αποκεκυλισμενον τον λιθον
Mar 16:5 και εισελθουσαι εις το μνημιον νεανισκον ειδον καθημενον εν τοις δεξιοις περιβεβλημενον στολην λευκην και εθανβησαν
Mar 16:6 και λεγει αυτοις ο αγγελος μη φοβεισθαι τον ιησουν ζητειται τον εσταυρωμενον ηγερθη ουκ εστιν ωδε ειδετε εκει τοπον αυτου οπου εθηκαν αυτο_
Mar 16:7 αλλα υπαγεται και ειπατε τοις μαθηταις αυτου και τω πετρω οτι ιδου προαγω υμας εις την γαλιλαιαν εκει με οψεσθαι καθως ειρηκα υμειν
Mar 16:8 και εξελθουσαι εφυγον απο του μνημιου ειχεν γαρ αυτας φοβος και εκστασις και ουδενι ουδεν ιπαν εφοβουντο γαρ
Mar 16:9 αναστας δε πρωι πρωτη σαββατου εφανερωσεν πρωτοις μαρια μαγδαληνη παρ ης εκβεβληκει 7 δαιμονεια
Mar 16:10 εκεινη πορευθεισα απηγγειλεν αυτοις τοις μετ αυτου γενομενοις πενθουσι και κλαιουσι
Mar 16:11 κακεινοι ακουσαντες οτι ζη και εθεαθη υπ αυτης και ουκ επιστευσαν αυτω
Mar 16:12 και μετα δε ταυτα δυσιν εξ αυτων περιπατουσιν εφανερωθη εν ετερα μορφη πορευομενοις εις αγρον
Mar 16:13 κακεινοι απελθοντες απηγγειλαν τοις λοιποις ουδε εκεινοις επιστευσαν
Mar 16:14 υστερον δε ανακειμενοις αυτοις τοις ενδεκα εφανερωθη και ωνιδισεν την απιστιαν αυτων και σκληροκαρδιαν οτι τοις θεασαμενοις αυτον εγηγερμενον ουκ επιστευσαν
Mar 16:15 και ειπεν προς αυτους πορευθεντες εις τον κοσμον και κηρυξατε το ευαγγελιον παση τη κτισει
Mar 16:16 οτι ο πιστευσας και βαπτισθεις σωθησεται ο δε απιστησας κατακριθησεται
Mar 16:17 σημια δε τεις πιστευσασειν ταυτα παρακολουθησει εν τω ονοματι μου δαιμονια εκβαλλουσι γλωσσεις λαλησωσιν καινεις
Mar 16:18 οφεις αρουσιν καν θανασειμον τι ποιωσιν ου μη αυτους βλαψη επ αρρωστους χειρας επιθησουσειν και καλως εξουσιν
Mar 16:19 ο μεν ουν κυριος μετα το λαλησει αυτοις ανελημφθη εις τον ουρανον και εκαθισεν εν δεξιων του θεου
Mar 16:20 εκεινοι δε εξελθοντες εκηρυξαν πανταχου του κυριου συνεργουντος και τον λογον βεβαιουντος δια των επακολουθουντων σημιων αμην
Luk 1:1 επειδηπερ πολλοι επεχειρησαν αναταξασθαι διηγησιν περι των πεπληροφορημενων εν ημειν πραγματων
Luk 1:2 καθα παρεδοσαν ημειν οι απ αρχης αυτοπται και υπηρεται γενομενοι του λογου
Luk 1:3 εδοξε καμοι παρηκολουθηκοτι ανωθεν πασιν ακριβως καθεξης σοι γραψαι κρατιστε θεοφιλε
Luk 1:4 ινα επιγνως περι των κατηχηθης λογων την ασφαλειαν
Luk 1:5 εγενετο εν ταις ημεραις ηρωδου του βασιλεως της ιουδαιας ιερευς τις ονοματι ζαχαριας εξ εφημεριας αβια και γυνη αυτω εκ των θυγατερων ααρων και το ονομα αυτης ελεισαβεθ
Luk 1:6 ησαν δε δικαιοι αμφοτεροι ενωπιον του θεου πορευομενοι εν πασαις ταις εντολαις και δικαιωμασιν του κυριου αμεπτοι
Luk 1:7 και ουκ ην αυτοις τεκνον καθοτι ην η ελισαβεθ στειρα και αμφοτεροι ησαν προβεβηκοτες εν ταις ημεραις αυτων
Luk 1:8 εγενετο δε εν τω ιερατευειν αυτον εν τη ταξει της εφημεριας αυτου εναντι του θεου
Luk 1:9 κατα το εθος της ιερατειας ελαχε του θυμιασαι εισελθων εις τον ναον του θεου
Luk 1:10 και παν το πληθος του λαου ην προσευχομενον εξω τη ωρα του θυμιαματος
Luk 1:11 ωφθη δε αυτω αγγελος κυριου εστως εκ δεξιων του θυσιαστηριου του θυμιαματος
Luk 1:12 και εταραχθη ζαχαριας ιδων και φοβος επεπεσεν επ αυτον
Luk 1:13 και ειπεν προς αυτον ο αγγελος μη φοβου ζαχαρια διοτι εισηκουσθη η δεησεις σου και η γυνη σου ελισαβεδ γεννησει υιον και καλεσεις το ονομα αυτου ιωανην
Luk 1:14 και εσται σοι χαρα και αγαλλιασις και πολλοι επι τη γενεσει αυτου χαρησονται
Luk 1:15 εστε γαρ μεγαρ ενωπιον του κυριου και οινον και σικερα ου μη πιη και πνευματος αγιου πλησθησεται ετι εκ κοιλειας μητρος αυτου
Luk 1:16 και πολλους των υιων ισραηλ επιστρεψει επι κυριον τον θεον αυτων
Luk 1:17 και αυτος προελευσεται ενωπιον αυτου εν πνευματι και δυναμι ηλιου επιστρεψαι καρδιας πατερων επι τεκνα και απειθεις εν φρονησει δικαιων ετοιμασαι κυριω λαον κατεσκευασμενον
Luk 1:18 και ειπεν ζαχαριας προς τον αγγελον κατα τι γνωσομαι τουτο εγω γαρ ειμι πρεσβυτης και η γυνη μου προβεβηκυια εν ταις ημεραις αυτης
Luk 1:19 και αποκριθεις ο αγγελος ειπεν αυτω εγω ειμι γαβριηλ ο παρεστως ενωπιον του θεου και απεσταλην λαλησαι προς σε και ευαγγελισασθαι σοι ταυτα
Luk 1:20 και ιδου εση σιωπων και μη δυναμενος λαλησαι αχρις ημερας ης γενηται ταυτα ανθ ων ουκ επιστευσας τοις λογοις μου οιτινες πλησθησονται εις τον καιρον αυτων
Luk 1:21 και ην ο λαος προσδεχομενος τον ζαχαριαν και εθαυμαζον επι τω χρονιζειν αυτον εν τω ναω
Luk 1:22 εξελθων δε ουκ ηδυνατο λαλησαι αυτοις και επεγνωσαν οτι οπτασιαν εωρακεν εν τω ναω και αυτος ην διανευων αυτοις και διεμεινεν κωφος
Luk 1:23 και εγενετο ως επλησθησαν αι ημεραι της λειτουργειας αυτου τοτε απηλθεν εις τον οικον αυτον
Luk 1:24 και μετα τας ημερας ταυτας συνελαβεν ελισαβεδ η γυνη αυτου και περιεκρυβεν εαυτην μηνας πεντε λεγουσα
Luk 1:25 οτι ουτως μοι πεποιηκεν κυριος εν ημεραις αις εφειδεν αφελειν ονειδος μου εν ανθρωποις
Luk 1:26 εν δε τω εκτω μηνι απεσταλη ο αγγελος γαβριηλ υπο του θεου εις πολιν γαλιλαιαν
Luk 1:27 προς παρθενον μεμνησμενην ανδρι ω ονομα ιωσηφ εξ οικου δαυειδ και το ονομα της παρθενου μαριαμ
Luk 1:28 και εισελθων ο αγγελος προς αυτην ειπεν χαιρε κεχαριτωμενη ο κυριος μετα σου ευλογημενη συ εν γυναιξιν
Luk 1:29 ην δε επι τω λογω εταραχθη και διελογιζετο εν εαυτη ποδαπος αν ειη ο ασπασμος ουτος
Luk 1:30 και ειπεν αυτη ο αγγελος μη φοβου μαρια ευρες γαρ χαριν παρα τω θεω
Luk 1:31 και ιδου συνλημψη εν γαστρι και τεξη υιον και καλεσεις το ονομα αυτου ιησουν
Luk 1:32 ουτος εσται μεγας και υιος υψιστου κληθησεται και δωσει αυτω κυριος ο θεος τον θρονον δαυειδ του πατρος αυτου
Luk 1:33 και βασιλευσει επι τον οικον ιακωβ εις τους αιωνας και της βασιλειας αυτου ουκ εστε τελος
Luk 1:34 και ειπεν μαρια προς τον αγγελον πως εσται τουτο επι ανδρα ου γεινωσκω
Luk 1:35 και αποκριθεις ο αγγελος ειπεν αυτη πνευμα αγιον επελευσεται επι σε και δυναμις υψιστου επισκιασι σοι διο και το γεννωμενον αγιον κληθησεται υιος θεου
Luk 1:36 και ιδου ελεισαβεθ η συνγενις σου και αυτη συνειληφυια υιον εν γηρει αυτης και ουτος μην εκτος εστιν αυτη τη καλουμενη στειρα
Luk 1:37 οτι ουκ αδυνατησει παν ρημα παρα του θεου
Luk 1:38 και ειπεν μαρια ιδου η δουλη κυριου γενοιτο μοι κατα το ρημα σου και απεστη απ αυτης ο αγγελος
Luk 1:39 αναστασα δε μαρια εν ταις ημαιραις ταυταις επορευθη εις την ορεινην μετα σπουδης εις πολιν ιουδα
Luk 1:40 και εισηλθεν εις τον οικον ζαχαριου και ησπασατο την ελισαβεθ
Luk 1:41 και εγενετο ως ηκουσεν τον ασπασμον της μαριας η ελισαβεδ εσκιρτησεν εν τη κοιλεια της ελισαβεδ το βρεφος αυτης και επλησθη πνευματος αγιου η ελισαβεδ
Luk 1:42 και ανεφωνησεν φωνη μεγαλη και ειπεν ευλογημενη συ εν γυναιξιν και ευλογημενος ο καρπος της κοιλιας σου
Luk 1:43 και ποθεν μοι τουτο ινα ελθη η μητηρ του κυριου μου προς με
Luk 1:44 ιδου γαρ ως εγενετο η φωνη του ασπασμου σου εις τα ωτα μου εσκιρτησεν εν αγαλλιασει το βρεφος εν τη κοιλια μου
Luk 1:45 και μακαρια η πιστευσασα οτι εσται τελειωσις τοις λελαλημενοις αυτη παρα κυριου
Luk 1:46 και ειπεν μαρια μεγαλυνει η ψυχη μου τον κυριον
Luk 1:47 και ηγαλλιασεν το πνευμα μου εν τω θεω τω σωτηρι μου
Luk 1:48 οτι επεβλεψεν κυριος επι την ταπινωσιν της δουλης αυτου ιδου γαρ απο του νυν μακαριουσιν με πασαι αι γενεαι
Luk 1:49 οτι εποιησεν μοι μεγαλα ο θεος ο δυνατος και αγιον το ονομα αυτου
Luk 1:50 και το ελεος αυτου εις γενεαν γενεων τοις φοβουμενοις αυτον
Luk 1:51 εποιησεν κρατος εν βραχ(ιονι) αυτου διεσκορπισεν υπερηφανους διανοια καρδιας αυτων
Luk 1:52 καθειλεν δυναστας απο θρονων και υψωσεν ταπεινους
Luk 1:53 πεινωντας ενεπλησεν αγαθων και πλουτουντας εξαπεστιλεν κενους
Luk 1:54 αντελαβετο ισραηλ παιδος αυτου μνησθηναι ελεους
Luk 1:55 καθως ελαλησεν προς τους πατερας ημων τω αβρααμ και τω σπερματι αυτου εις τον αιωνα
Luk 1:56 εμεινεν δε μαρια συν αυτη μηνας τρεις και υπεστρεψεν εις τον οικον αυτης
Luk 1:57 τη δε ελισαβετ επλησθη ο χρονος του τεκειν αυτην και εγεννησεν υιον
Luk 1:58 και ηκουσαν οι περιοικοι και συνγενεις αυτης οτι εμεγαλυνεν κυριος το ελεος αυτου μετ αυτης και συνεχαιρον αυτη
Luk 1:59 και εγενετο τη ημερα τη ογδοη ηλθαν περιτεμειν το παιδιον και εκαλουν αυτο επι τω ονοματι του πατρος αυτου ζαχαριαν
Luk 1:60 και αποκρειθεισα η μητηρ αυτου ειπεν ουχι αλλα κληθησεται το ονομα αυτου ιωανης
Luk 1:61 και ειπαν προς αυτην οτι ουδεις εστιν εν τι συνγενεα σου ος καλειται το ονομα τουτο
Luk 1:62 ενενευον δε τω πατρι αυτου οτι ο αν θελοι καλισθαι αυτο
Luk 1:63 και αιτησας πινακιδα εγραψεν ιωανης εστιν το ονομα αυτου και παραχρημα ελυθη η γλωσσα αυτου και εθαυμασαν παντες
Luk 1:64 ανεωχθη δε το στομα αυτου και ελαλει ευλογων τον θεον
Luk 1:65 και εγενετο φοβος μεγας επι παντας τους περιοικουντας αυτον και εν ολη τη ορεινη της ιουδαιας διελαλειτο παντα τα ρηματα ταυτα
Luk 1:66 και εθεντο παντες οι ακουοντες εν ταις καρδιαις αυτων λεγοντες τι αρα το παιδιον τουτο εσται και γαρ χειρ κυριου μετ αυτου
Luk 1:67 και ζαχαριας ο πατηρ αυτου επλησθη πνευματος αγιου και ειπεν
Luk 1:68 ευλογητος κυριος ο θεος του ισραηλ οτι επεσκεψατο και εποιησεν λυτρωσιν τω λαω αυτου
Luk 1:69 και ηγειρεν κερας σωτηριας ημειν εν οικω δαυειδ παιδος αυτου
Luk 1:70 καθως ελαλησεν δια στοματος αγιων προφητων αυτου των απ αιωνος
Luk 1:71 σωτηριαν εκ χειρος εχθρων ημων και παντων των μεισουντων ημας
Luk 1:72 ποιησαι ελεος μετα των πατερων ημων μνησθηναι διαθηκης αγιας αυτου
Luk 1:73 ορκον ον ωμοσεν προς αβρααμ τον πατερα ημων του δουναι ημειν
Luk 1:74 αφοβως εκ χειρος εκθρων ημων ρυσθεντας λατρευειν αυτω
Luk 1:75 εν οσιοτητι και δικαιοσυνη ενωπιον αυτου πασας τας ημερας ημων
Luk 1:76 και συ δε παιδιον προφητης υψιστου κληθηση προπορευση γαρ προ προσωπου κυριου ετοιμασαι οδους αυτου
Luk 1:77 του δουναι γνωσιν σωτηριας τω λαω αυτου εν αφεσει αμαρτιων αυτων
Luk 1:78 δια σπλαγχνα ελεους θεου ημων εν οις επεσκεψατο ημας ανατολη εξ υψους
Luk 1:79 επιφαναι φως τοις εν σκοτει και σκια θανατου καθημενοις του κατευθυναι τους ποδας ημων εις οδον ειρηνης
Luk 1:80 το δε παιδιον ηυξανετο και εκραταιουτο πνευματι και ην εν ταις ερημοις εως ημερας αναδειξεως αυτου προς τον ισραηλ
Luk 2:1 εγενετο δε εν ταις ημεραις εκειναις εξηλθεν δογμα παρα καισαρος αυγουστου απογραφεσθαι πασαν την οικουμενην
Luk 2:2 αυτη εγενετο απογραφη πρωτη ηγεμονευοντος της συριας κυρηνιου
Luk 2:3 και επορευοντο παντες απογραφεσθαι εκαστος εις την εαυτου πατριδα
Luk 2:4 ανεβη δε και ιωσηφ απο της γαλιλαιας εκ πολεως ναζαρεθ εις γην ιουδα εις πολιν δαυειδ ητις καλειτε βηθλεεμ
Luk 2:5 απογραφεσθαι συν μαρια τη εμνηστευμενη αυτω ουση ενκυω δια το ειναι αυτον εξ οικου και πατριας δαυειδ
Luk 2:6 ως δε παρεγεινοντο ετελεσθησαν αι ημεραι του τεκειν αυτην
Luk 2:7 και ετεκεν τον υιον αυτης τον πρωτοτοκον και εσπαργανωσεν αυτον και ανεκλινεν αυτον εν φατνη διοτι ουκ ην αυτοις τοπος εν τω καταλυματι
Luk 2:8 ποιμενες δε ησαν εν τη (χα)ρα ταυτη αγραυλουντες και φυλασσοντες τας φυλακας της νυκτος επι την ποιμνην αυτων
Luk 2:9 και ιδου αγγελος κυριου επεστη αυτοις και δοξα περιελαμψεν αυτους και εφοβηθησαν φοβον μεγαν
Luk 2:10 και ειπεν αυτοις ο αγγελος μη φοβεισθε ιδου γαρ ευαγγελιζομαι υμειν χαραν μεγαλην ητις εσται και παντι τω λαω
Luk 2:11 οτι ετεχθη υμειν σημερον σωτηρ ος εστιν χριστος κυριος εν πολει δαυειδ
Luk 2:12 και τουτο υμειν το σημειον εστω ευρησετε βρεφος εσπαργανωμενον εν φατνη
Luk 2:13 και εξαιφνης εγενετο συν τω αγγελω πληθος στρατειας ουρανου αιτουντων τον θεον και λεγοντων
Luk 2:14 δοξα εν υψιστοις θεω και επι γης ειρηνη εν ανθρωποις ευδοκιας
Luk 2:15 και εγενετο ως απηλθον οι αγγελοι απ αυτων εις τον ουρανον και οι ανθρωποι οι ποιμενες ειπον προς αλληλους διελθωμεν δη εως βηθλεεμ και ιδωμεν το ρημα τουτο το γεγονως ο ο κυριος εγνωρισεν ημειν
Luk 2:16 και ηλθον σπευδοντες και ευρον την μαριαν και τον ιωσηφ και το βρεφος κειμενον εν τη φατνη
Luk 2:17 ιδοντες δε εγνωρισαν περι του ρηματος του λαληθεντος αυτοις περι του παιδιου
Luk 2:18 και παντες οι ακουοντες εθαυμαζον περι των λαληθεντων υπο των ποιμενων προς αυτους
Luk 2:19 η δε μαρια συνετηρει παντα τα ρηματα ταυτα συνβαλλουσα εν τη καρδια αυτης
Luk 2:20 και υπεστρεψαν οι ποιμενες δοξαζοντες και αινουντες τον θεον επι πασιν οις ηκουσαν και ιδον καθως ελαληθη προς αυτους
Luk 2:21 και οτε συνετελεσθησαν αι ημεραι αι οκτω του περιτεμειν το παιδιον ωνομασθη το ονομα αυτου ιησους το κληθεν υπο του αγγελου προ του συνλημφθηναι αυτον εν κοιλια μητρος
Luk 2:22 και οτε επλησθησαν αι ημεραι του καθαρισμου αυτου κατα τον νομον μωυσεως ανηγαγον αυτον εις ιεροσολυμα παραστησαι κυριω
Luk 2:23 καθως γεγραπται εν τω νομω κυριου οτι παν αρσεν διανοιγον μητραν αγιον κυριω κληθησεται
Luk 2:24 και του δουναι θυσιαν κατα το ειρημενον εν τω νομω κυριου ζευγος τρυγονων η δυο νεοσσους περιστερων
Luk 2:25 και ην ανθρωπος εν ιερουσαλημ ω ονομα συμεων και ο ανθρωπος ουτος δικαιος και ευλαβης προσδεχομεμενος παρακλησι_ του ισραηλ και πνευμα αγιον ην επ αυτον
Luk 2:26 κεχρηματισμενος δε ην υπο του πνευματος του αγιου μη ιδειν θανατον πριν η ιδη τον χριστον κυριου
Luk 2:27 και ηλθεν εν τω πνευματι εις το ιερον και εν τω εισαγαγειν τους γονεις το παιδιον ιησουν του ποιησαι αυτους κατα το εθος του νομου περι αυτου
Luk 2:28 και αυτος εδεξατο αυτο εις τας ανκαλας αυτου και ηυλογησεν τον θεον και ειπεν
Luk 2:29 νυν απολυεις τον δουλον σου δεσποτα κατα το ρημα σου εν ειρηνη
Luk 2:30 οτι ειδον οι οφθαλμοι μου το σωτηριον σου
Luk 2:31 ο ητοιμασας κατα προσωπον παντων των λαων
Luk 2:32 φως εις αποκαλυψιν και δοξαν λαου σου ιστραηλ
Luk 2:33 και ην ο πατηρ αυτου και η μητηρ θαυμαζοντες επι τοις λαλουμενοις περι αυτου
Luk 2:34 και ευλογησεν αυτους συμεων και ειπεν προς μαριαν την μητερα αυτου ιδου ουτος κειται εις πτωσιν και εις αναστασιν πολλων εν τω ισραηλ και εις σημειον αντιλεγομενον
Luk 2:35 και σου δε αυτης την ψυχην διελευσεται ρομφαια οπως ανακαλυφθωσιν πολλων καρδιων διαλογισμοι
Luk 2:36 και αννα προφητις θυγατηρ φανουηλ εκ φυλης ασηρ και αυτη προβεβηκυια εν ημεραις πολλαις ζησασα ετη επτα μετα ανδρος απο της παρθενειας αυτης
Luk 2:37 και αυτη χηρα ετων 84 η ουκ αφιστατο του ναου νηστειαις και δεησεσι λατρευουσα νυκτα και ημεραν
Luk 2:38 και αυτη τη ωρα επιστασα ανθωμολογιτο τω θεω και ελαλει περι αυτου πασιν τοις προσδεχομενοις λυτρωσιν εν ιερουσαλημ
Luk 2:39 και ως ετελεσαν απαντα κατα τον νομον κυριου υπεστρεψαν εις την γαλιλαιαν εις πολιν εαυτων ναζαρεθ καθως ερεθη δια του προφητου οτι ναζωραιος κληθησεται
Luk 2:40 το δε παιδιον ιησους εκραταιουτο και ηυξανετο πληρουμενο_ σοφιας και χαρις θεου ην εν αυτω
Luk 2:41 επορευοντο δε και οι γονεις αυτου κατα ετος εις ιερουσαλημ εν τη εορτη του πασχα
Luk 2:42 και οτε εγενετο αυτω ετη 12 ανεβησαν οι γονεις αυτου εχοντες αυτον κατα το εθος της εορτης των αζυμων
Luk 2:43 και τελεσαντων τας ημερας εν τω υποστρεφειν αυτους απεμεινεν ο παις ιησους εν ιερουσαλημ και ουκ εγνωσαν οι γονις αυτου
Luk 2:44 και νομισαντες αυτον ειναι εν τη συνοδια ηλθον οδον ημερας και ανεζητουν αυτον εν τοις συνγενεσιν και εν τοις γνωστοις
Luk 2:45 και μη ευρισκοντες υπεστρεψαν εις ιερουσαλημ αναζητουντες αυτον
Luk 2:46 και εγενετο μερασ τρεις ευρον αυτον καθημενον εν τω ιερω εν μεσω των διδασκαλων ακουοντα αυτων και επερωτωντα αυτους
Luk 2:47 εξεισταντο δε παντες οι ακουοντες αυτου επι τη συνεσει και ταις αποκρισεσιν αυτου
Luk 2:48 και ιδοντες αυτον εξεπλαγησαν και ειπεν προς αυτον η μητηρ αυτου τεκνον τι εποιησας ημειν ουτως ιδου ο πατηρ σου καγω οδυνωμενοι και λυπουμενοι εζητουμεν σε
Luk 2:49 και ειπεν προς αυτους τι οτι εζητειτε με ουκ οιδατε οτι εν τοις του πατρος μου δει με ειναι
Luk 2:50 αυτοι δε ου συνηκαν το ρημα ο ελαλησεν αυτοις
Luk 2:51 και κατεβη μετ αυτων εις ναρεθ και ην υποτασσομενος αυτοις η δε μητηρ αυτου διετηρει τα ρηματα παντα εν τη καρδια αυτης
Luk 2:52 και ιησους προεκοπται η(λι)κια και σοφια και χαριτι παρα θεω και παρα ανθρωποις
Luk 3:1 εν ετι δε πεντεκαιδεκατω της ηγεμονιας τιβεριου καισαρος επιτροπευοντος ποντιου πειλατου τησ (ιου)δαιας ηρωδου φιλιππ(ου) δε του αδελφου αυτου τετραρχουντος της ιτουρα(ι)ασ τετραρχουντος της ιουδαιας και τραχωνιτιδος χωρας και λυσανιου της αβιλλιανης τετραρχουντος
Luk 3:2 επι αρχιερεως αννα και καιφα εγενετο ρημα θεου επι ιωανην τον ζαχαριου υιον εν τη ερημω
Luk 3:3 και ηλθεν εις πασαν την περιχωρον του ιορδανου κηρυσσων βαπτισμα μετανοιας εις αφεσιν αμαρτιων
Luk 3:4 ως γεγραπται εν βιβλω λογων ησαιου του προφητου φωνη βοωντος εν τη ερημω ετοιμασατε την οδον κυριου ευθειας ποιειτε τας τριβους υμων
Luk 3:5 πασα φαραγξ πληρωθησεται και παν ορος και βουνος ταπεινωθησεται και εσται τα σκολια εις ευθειας και ε τραχιαι εις οδους λειας
Luk 3:6 και οψεται πασα σαρξ το σωτηριον κυριου
Luk 3:7 ελεγεν δε τοις εκπορευομενοις οχλοις βαπτισθηναι ενωπιον αυτου γεννηματα εχιδνων τις υμειν υπεδειξεν φυγειν απο της μελλουσης οργης
Luk 3:8 ποιησατε ουν καρπον αξιον της μετανοιας και μη αρξησθε λεγειν αυτοις πατερα εχομεν τον αβρααμ λεγω γαρ υμειν οτι δυναται ο θεος εκ των λιθων τουτων εγειραι τεκνα τω αβρααμ
Luk 3:9 ηδη δε η αξεινη προς την ριζαν των δενδρων κειται παν ουν δενδρον μη ποιουν καρπους καλους εκκοπτεται και εις πυρ βαλλεται
Luk 3:10 και επηρωτησαν αυτον οι οχλοι λεγοντες τι ποιησωμεν ινα σωθωμεν
Luk 3:11 αποκριθεις δε λεγει αυτοις ο εχων δυο χιτωνας μεταδοτω τω μη εχοντι και ο εχων βρωματα ομοιως ποιειτω
Luk 3:12 ηλθον τε και τελωναι ομοιως βαπτισθηναι και ειπαν προς αυτον διδασκαλε τι ποιησωμεν ινα σωθωμεν
Luk 3:13 ο δε ειπεν αυτοις μηδεν πλεον πρασσεται παρα το διατεταγμενον υμειν πρασσειν
Luk 3:14 επηρωτησαν δε και στρατευομενοι λεγοντες τι ποιησωμεν ινα σωθωμεν ο δε ειπεν αυτοις μηδενα διασεισητε μηδε συκοφαντησητε και αρκεισθε τοις οψωνιοις υμων
Luk 3:15 προσδοκωντος δε του λαου και διαλογιζομενων παντων εν ταις καρδιαις αυτων περι ιωανου μηποτε αυτος ειη ο χριστος
Luk 3:16 επιγνους τα διανοηματα αυτων ειπεν εγω υμας βαπτιζω εν υδατι εις μετανοιαν ο δε ερχομενος ισχυροτερος μου εστιν ου ουκ ιμι ικανος λυσαι τον ιμαντα του υποδηματος αυτος υμας βαπτεισει εν πνευματι αγιω και πυρι
Luk 3:17 ου το πτυον εν τη χειρι αυτου και διακαθαριει την αλωνα αυτου και τον μεν σειτον συναξει εις αποθηκην το δε αχυρον κατακαυσει πυρι ασβεστω
Luk 3:18 πολλα μεν ουν και ετερα παραινων ευηνγελιζετο τον λαον
Luk 3:19 ο δε ηρωδης ο τετραρχης ελεγχομενος υπ αυτου περι ηρωδειαδος της γυναικος του αδελφου αυτου και περι παντων ων εποιησεν πονηρων ο ηρωδης
Luk 3:20 προσεθηκεν και τουτο επι πασιν ενεκλισε τον ιωανην εν φυλακη
Luk 3:21 εγενετο δε εν τω βαπτισθηναι απαντα τον λαον και ιησου βαπτισθεντος και και προσευχομενου ανοιχθηναι τον ουρανον
Luk 3:22 και καταβηναι το πνευμα το αγιον σωματικω ειδει ως περιστεραν εις αυτον και φωνην εκ του ουρανου γενεσθαι υιος μου ει συ εγω σημερον γεγεννηκα σε
Luk 3:23 ην δε ιησους ως ετων 30 αρχομενος ως ενομειζετο ειναι υιος ιωσηφ του ιακωβ του μαθθαν του ελεαζαρ του ελιουδ του ιαχειν του σαδωκ του αζωρ του ελιακειμ του αβιουδ του ζοροβαβελ του σαλαθιηλ του ιεχονιου του ιωακειμ του ελιακειμ του ιωσεια του αμως του μανασση του εζεκεια του αχας του ιωαθαν του οζεια του αμασιου του ιωας του οχοζιου του ιωραμ του ιωσαφαδ του ασαφ του αβιουδ του ροβοαμ του σολομων
Luk 3:24 
Luk 3:25 
Luk 3:26 
Luk 3:27 
Luk 3:28 
Luk 3:29 
Luk 3:30 
Luk 3:31 του δαυειδ
Luk 3:32 του ιεσσαι του ωβηδ του βοος του σαλμων του ναασσων
Luk 3:33 του αμειναδαβ του αραμ του ασρωμ του φαρες του ιουδα
Luk 3:34 του ιακωβ του ισακ του αβρααμ του θαρα του ναχωρ
Luk 3:35 του σερουκ του ραγαυ του φαλεκ του εβερ του σαλα
Luk 3:36 του αρφαξαδ του σημ του νωε του λαμεχ
Luk 3:37 του μαθουσαλα του αινωχ του ιαρεδ του μαλελεηλ του καιναν
Luk 3:38 του αινως του σηθ του αδαμ του θεου
Luk 4:1 ιησους δε πληρης πνευματος αγιου υπεστρεψεν απο του ιορδανου και ηγετο εν τω πνευματι εν τη ερημω
Luk 4:2 ημερας τεσσαρακοντα πειραζομενος υπο του σατανα και ουκ εφαγεν ουδεν εν ταις ημεραις εκειναις και συντελεσθεισων αυτων επεινασεν
Luk 4:3 ειπεν δε αυτω ο διαβολος ει υιος ει του θεου ειπε ινα οι λιθοι ουτοι αρτοι γενωντοι
Luk 4:4 και αποκριθεις ο ιησους ειπεν γεγραπται ουκ επ αρτω μονω ζησεται ο ανθρωπος αλλ εν παντι ρηματι θυ
Luk 4:5 και αναγαγων αυτον εις ορος υψηλον λειαν εδειξεν αυτω πασας τας βασιλειας του κοσμου εν στιγμη χρονου
Luk 4:6 και ειπεν προς αυτον ο διαβολος σοι δωσω της εξουσιαν ταυτην απασαν και την δοξαν τουτων οτι εμοι παραδεδοται και ω αν θελω διδωμι αυτην
Luk 4:7 συ ουν εαν προσκυνησης ενωπιον εμου εσται σου πασα
Luk 4:8 και αποκριθεις αυτω ο ιησους ειπεν γεγραπται κυριον τον θεον σου προσκυνησεις και αυτω μονω λατρευσεις
Luk 4:9 και ηγαγεν αυτον εις ιερουσαλημ και εστησεν αυτον επι το πτερυγιον του ιερου και ειπεν αυτω ει υιος ει τουτου θεου βαλε σεαυτον εντευθεν κατω
Luk 4:10 γεγραπται γαρ οτι τοις αγγελοις αυτου εντελειται περι σου του διαφυλαξαι σε
Luk 4:11 και επι χειρων αρουσιν σε μηποτε προσκοψης προς λιθον τον ποδα σου
Luk 4:12 και αποκριθεις ο ιησους ειπεν αυτω γεγραπται ουκ εκπειρασεις κυριον τον θεον σου
Luk 4:13 και συντελεσας παντα πειρασμον ο διαβολος απεστη απ αυτου αχρι χρονου
Luk 4:14 και υπεστρεψεν ο ιησους εν τη δυναμει του πνευματος εις την γαλιλαιαν και φημη εξηλθεν καθ ολης της περιχωρου περι αυτου
Luk 4:15 και αυτος εδασκεν εν ταις συναγωγαις δοξαζομενος υπο παντων
Luk 4:16 ελθων δε εις ναζαρεδ οπου ην ↔ κατα το ειωθος εν τη ημερα των σαββατων εις την συναγωγην και ανεστη αναγνωναι
Luk 4:17 και επεδοθη αυτω ο προφητης ησαιας και απτυξας ευρεν τον τοπον ου ην γεγραμμενον
Luk 4:18 πνευμα κυριου επ εμε ου εινεκεν εχρεισεν με ευαγγελισασθαι πτωχοις απεσταλμαι κηρυξαι αιχμαλωτοις αφεσιν και τυφλοις αναβλεψιν αποστειλαι τεθραυματισμενους εν αφεσει
Luk 4:19 κηρυξαι ενιαυτο_ κυριου δεκτον
Luk 4:20 και πυξας το βιβλιον αποδους τω υπηρετη εκαθισεν και παντων εν τη συναγωγη οι οφθαλμοι ησαν ατενιζοντες αυτω
Luk 4:21 ηρξατο δε λεγειν προς αυτους σημερον πεπληρωται η γραφη αυτη εν τοις ωσιν υμων
Luk 4:22 και παντες εμαρτυρουν αυτω και εθαυμαζον επι τοις λογοις της χαριτος τοις εκπορευομενοις εκ του στοματος αυτου και ελεγον ουχι υιος ιωσηφ εστιν ουτος
Luk 4:23 και ειπεν προς αυτους παντως ερειτε μοι την παραβολην ταυτην ιατρε θεραπευσον σεαυτον οσα ηκουσαμεν γεινομενα εις καφαρναουμ ποιησον και ωδε εν τη πατριδι σου
Luk 4:24 ειπεν δε αμην αμην λεγω υμει_ οτι ουδεις προφητης δεκτος εστιν εν τη πατριδι εαυτου
Luk 4:25 επ αληθειας λεγω υμειν πολλαι χηραι ησαν εν ταις ημεραις ηλιου εν τω ιστραηλ οτε εκλεισθη ο ουρανος ετη τρια και μηνα εξ ως εγενετο λιμος μεγας επι πασαν την γην
Luk 4:26 και προς ουδεμιαν αυτων επεμφθη ηλειας ει μη εις σαρεπτα της σιδονιας προς γυναικα χηραν
Luk 4:27 και πολλοι λεπροι ησαν εν τω ισραηλ επι ελισαιου του προφητου και ουδεις αυτων εκαθαρισθη ει μη ναιμας ο συρος
Luk 4:28 οι δε επλησθησαν παντες θυμου εν τη συναγωγη ακουσαντες ταυτα
Luk 4:29 και ανασταντες εξεβαλον αυτον εξω της πολεως και ηγαγον αυτον εως της οφρυος του ορους εφ ου η πολις οικοδομηται αυτων ωστε κατακρημνισαι αυτον
Luk 4:30 αυτος δε διελθων δια μεσου αυτων επορευετο
Luk 4:31 και κατηλθεν εις καφαρναουμ πολιν της γαλιλαιας την παραθαλασσιον εν οριοις ζαβουλων και νεφθαλειμ και ην διδασκων αυτους εν τοις σαββασιν
Luk 4:32 και εξεπλησσοντο επι τη διδαχη αυτου οτι εν εξουσια ην ο λογος αυτου
Luk 4:33 ην δε εν τη συναγωγη ανθρωπος εχων πνευμα δαιμονιον ακαθαρτον και ανεκραξεν φωνη μεγαλη
Luk 4:34 λεγων τι ημειν και σοι ιησου ναζορηναι ηλθες ημας ωδε απολεσαι οιδα σε τις ει ο αγιος του θεου
Luk 4:35 και επετιμησεν αυτω ο ιησους λεγων φειμωθητι και εξελθε απ αυτου και ρειψας αυτον το δαιμονιον εις μεσον ανακραυγαν τε εξηλθεν απ αυτου μηδεν βλαψας αυτον
Luk 4:36 και εγενετο θαμβος μεγας επι παντας και συνελαλουν προς αλληλους λεγοντες τις ο λογος ουτος οτι εν εξουσια και δυναμει επιτασσει τοις ακαθαρτοις πνευμασιν και εξερχονται
Luk 4:37 και εξηλθεν η ακοη περι αυτου εις παντα τοπον της περιχωρου
Luk 4:38 αναστας δε απο της συναγωγης ηλθεν εις την οικιαν σιμωνος και ανδραιου πενθερα δε του σιμωνος ην κατεχομενη πυρετω μεγαλω και ηρωτησαν αυτον περι αυτης
Luk 4:39 και επισταθεις επανω αυτης επετειμησεν τω πυρετω και αφηκεν αυτην παραχρημα ωστε αναστασαν αυτην διακονειν αυτοις
Luk 4:40 δυσαντος δε του ηλιου παντες οι ειχαν ασθενουντας νοσοις ποικιλαις εφερον αυτοις προς αυτον ο δε ενι εκαστω τας χειρας επιτιθεις εθεραπευεν αυτους
Luk 4:41 εξηρχετο δε και δαιμονια απο πολλων κραυγαζοντα και λεγοντα οτι συ ει ο υιος του θεου και επιτειμων ουκ εια αυτα λαλειν οτι ηδεισαν αυτον χριστον ειναι
Luk 4:42 γενομενης δε ημερας εξελθων επορευθη εις ερημον τοπον και οι οχλοι επεζητουν αυτον και ηλθον εως αυτου και επειχον αυτον του μη πορευεσθαι απ αυτων
Luk 4:43 οδε ειπεν προς αυτους οτι δει με και εις τας αλλας πολεις ευαγγελισασθαι (αυτ) την βασιλιαν του θεου εις τουτο γαρ απεσταλην
Luk 4:44 και ην κηρυσσων εις τας συναγωγας της γαλιλαιας
Luk 5:1 εγενετο δε εν τω τον οχλον επικεισθαι αυτω του ακουειν τον λογον του θεου εστωτος αυτου παρα την λιμνην γεννησαρεδ
Luk 5:2 και ιδεν δυο πλοια εστωτα παρα την λημνη_ οι δε αλιεις απ αυτων αποβαντες επλυνον τα δικτυα
Luk 5:3 ενβας δε εις εν πλοιον ο ην σιμωνος ηρωτησεν αυτον επαναγαγειν απο της γης οσον οσον και καθισας εν τω πλοιω εδιδασκεν τους οχλους
Luk 5:4 οτε δε επαυσατο λαλων ειπεν προς τον σιμωνα επαναγαγε εις το βαθος και χαλασατε τα δικτυα υμων εις αγραν
Luk 5:5 ο δε σιμων αποκρθις ειπεν αυτω διδασκαλε δι ολης της νυκτος κοπιασαντες ουδεν ελαβομεν επι δε τω ρηματι σου ου μη παρακουσομαι
Luk 5:6 και ευθυς χαλασαντες τα δικτυα συνεκλισαν ιχθυων πληθος πολυ ωστε τα δικτυα ρησσεσθαι
Luk 5:7 και κατενευον τοις μετοχοις εν τω ετερω πλοιω του ελθοντας βοηθειν αυτοις ελθοντες ουν επλησαν αμφοτερα τα πλοια ωτε παρα τι βυθιζεσθαι
Luk 5:8 ο δε σιμων προσεπεσεν αυτου τοις ποσιν λεγων παρακαλω εξελθε απ εμου οτι ανηρ αμαρτωλος ειμι κυριε
Luk 5:9 θαμβος γαρ περιεσχεν αυτον επι τη αγρα των ιχθυων ων συνελαβον
Luk 5:10 ησαν δε κοινωνοι αυτου ιακωβος και ιωανης υιοι ζεβεδαιου ο δε ειπεν αυτοις δευτε και μη γεινεσθε αλιεις ιχθυων ποιησω γαρ υμας αλιεις ανθρωπω_
Luk 5:11 οι δε ακουσαντες παντα κατελειψαν επι της γης και ηκολουθησαν αυτω
Luk 5:12 και εγενετο εν τω ειναι αυτον εν μεια των πολεων και ιδου ανηρ λεπρος και ειδων τον ιησουν επεσεν επι προσωπον λεγων κυριε εαν θελης δυνασαι με καθαρισαι
Luk 5:13 εκτεινας δε την χειρα ηψατο αυτου λεγων θελω καθαρισθητι και ευθεως εκαθαρισθη
Luk 5:14 και αυτος παρηγγειλεν αυτω μηδενι ειπειν απελθε δε και δειξον σεαυτον τω ιερει και προσενεγκε περι του καθαρισμου σου καθως προσεταξεν μωυσης ινα εις μαρτυριον ην υμειν τουτο ο δε εξελθων ηρξατο κηρυσσειν και διαφημειζειν τον λογον ωστε μηκετι δυνασθαι αυτον φανερως εις πολιν εισελθειν αλλα εξω ην εν ερημοις τοποις και συνηρχοντο προς αυτον και ηλθεν παλιν εις καφαρναουμ
Luk 5:15 διηρχετο δε ο λογος μαλλον περι αυτου και συνηρχοντο οχλοι πολλοι ακουειν και θεραπευεσθαι απο των ασθενειων αυτων
Luk 5:16 αυτος δε ην υποχωρων εν ταις ερημοις και προσευχομενος
Luk 5:17 και εγενετο εν μια των ημερων αυτου διδασκοντος συνελθειν τους φαρισαιους και νομοδιδασκαλους ησαν δε συνεληλυθοτες εκ πασης κωμης της γαλιλαιας και ιουδαιας του ιασθαι αυτους
Luk 5:18 και ιδου ανδρες φεροντες επι κλεινης ανθρωπον ος ην παραλελυμενος και εζητουν εισενεγκεν αυτον και θειναι ενωπιον αυτου
Luk 5:19 και μη ευροντες ποιας εισενεγκωσιν αυτον δια τον οχλον ανεβησαν επι το δωμα και αποστεγασαντες τους κεραμους οπου ην καθηκαν τον κραβαττον συν τω παραλυτικω εις το μεσον ενπροσθεν του ιησου
Luk 5:20 ιδων δε ιησους την πιστιν αυτων λεγει τω παραλυτικω ανθρωπε αφαιωνται σου αι αμαρτιαι
Luk 5:21 και ηρξαντο διαλογιζεσθαι οι γραμματεις και οι φαρισαιοι εν ταις καρδιαις αυτων λεγοντες τι ουτος λαλει βλασφημιας τις δυναται αμαρτιας αφειναι ει μη εις θεος
Luk 5:22 επιγνους δε ο ιησους τους διαλογισμους αυτων λεγει αυτοις τι διαλογιζεσθαι εν ταις καρδιαις υμων πονηρα
Luk 5:23 τι εστιν ευκοπωτερον ειπειν αφαιωνται σου αι αμαρτιαι η ειπειν εγειρε και περιπατει
Luk 5:24 ινα δε ειδητε οτι εξουσιαν εχει ο υιος του ανθρωπου επι της αφιναι αμαρτιας λεγει τω παραλυτικω σοι λεγω εγειρε και αρον τον κραβαττον σου και πορευου εις τον οικον σου
Luk 5:25 και παραχρημα αναστας ενωπιον αυτων αρας την κλεινην απηλθεν εις τον οικον αυτου δοξαζων τον θεον
Luk 5:26 και επλησθησαν θαμβου λεγοντες ειδομεν παραδοξα σημερον
Luk 5:27 και ελθων παλιν παρα την θαλασσαν τον επακολουθουντα αυτω οχλον εδιδασκεν και παραγων ειδεν λευει τον του αλφαιου καθημενον επει το τελωνιον και λεγει αυτω ακολουθει μοι
Luk 5:28 και καταλιπων παντα αναστας ηκολουθει αυτω
Luk 5:29 και εποιησεν λευει δοχην αυτω μεγαλην εν τη οικεια αυτου και ην οχλος πολυς τελωνων και αλλων ανακειμενων
Luk 5:30 και οι φαρισαιοι και οι γραμματεις εγονγυζον προς τους μαθητας αυτου λεγοντες δια τι μετα των τελωνων εσθιεται και πεινεται
Luk 5:31 αποκριθεις δε ο ιησους ειπεν προς αυτους ου χρειαν εχουσιν οι υγιαινοντες ιατρου αλλ οι κακως εχοντες
Luk 5:32 ουκ ηλθον καλεσαι δικαιους αλλα αμαρτωλους εις μετανοιαν
Luk 5:33 οι δε ειπαν προς αυτον δια τι οι μαθηται ιωανου και οι μαθηται των φαρισαιων νηστευουσιν πυκνα και δεησεις ποιουνται οι δε μαθηται σου ουδεν τουτων ποιουσιν
Luk 5:34 ο δε ιησους ειπεν προς αυτους μη δυνανται οι υιοι του νυνφωνος εφ οσον εχουσιν τον νυμφιον μεθ εαυτων νηστευειν
Luk 5:35 ελευσονται δε ημεραι και οταν απαρθη απ αυτων ο νυμφιος τοτε νηστευσουσιν εν εκειναις ταις ημεραις
Luk 5:36 ελεγεν δε και παραβολην προς αυτους οτι ουδεις επιβλημα απο ιματιου καινου σχισας επιβαλλει επι ιματιον παλαιον ει δε μηγε και το καινον σχεισει και τω παλαιω ου συνφωνησει το απο του καινου επιβλημα
Luk 5:37 και ουδεις βαλλει οινον νεον εις ασκους παλαιους ει δε μηγε ρηξει ο οινος ο νεος τους ασκους τους παλαιους και αυτος εκχυθησεται και οι ασκοι απολουνται
Luk 5:38 αλλα οινον νεον εις ασκους καινους βαλλουσιν και αμφοτεροι τηρουνται
Luk 5:39 
Luk 6:1 και εγενετο αυτον εν σαββατω δευτεροπρωτω διαπορευεσθαι δια των σποριμων οι δε μαθηται αυτου ηρξαντο τιλλειν τους σταχυας και ψωχοντες ταις χερσιν ησθιον
Luk 6:2 τινες δε των φαρισαιων ελεγον αυτω ειδε τι ποιουσιν οι μαθηται σου τοις σαββασιν ο ουκ εξεστιν
Luk 6:3 αποκριθεις δε ο ιησους ελεγεν προς αυτους ουδεποτε τουτο ανεγνωται ο εποιησεν δαυειδ οτε επεινασεν αυτος και οι συν αυτω
Luk 6:4 εισελθων εις τον οικον του θεου και τους αρτους της προσθεσεως εφαγεν και εδωκεν και τοις μετ αυτου οις ουκ εξον ην φαγειν ει μη μονοις τοις ιερευσιν
Luk 6:5 τη αυτη ημερα θεασαμενος τινα εργαζομενον τω σαββατω ειπεν αυτω ανθρωπε ει μεν οιδας τι ποιεις μακαριος ει ει δε μη οιδας επικαταρατος και παραβατης ει του νομου
Luk 6:6 και εισελθοντος αυτου παλιν εις την συναγωγην σαββατω εν η ην ανθρωπος ξηραν εχων την χειρα
Luk 6:7 παρετηρουντο αυτον οι γραμματεις και οι φαρισαιοι ει τω σαββατω θεραπευει ινα ευρωσιν κατηγορησαι αυτου
Luk 6:8 αυτος δε γεινωσκω_ τους διαλογισμους αυτων λεγε[ι] τω την χειρα εχοντι ξηραν εγειρου και στηθι εν τω μεσω και αναστας εσταθη
Luk 6:9 ειπεν δε ο ιησους προς αυτους επερωτησω υμας ει εξεστιν τω σαββατω αγαθοποιησαι η κακοποιησαι ψυχην σωσαι η απολεσαι οι δε εσιωπων
Luk 6:10 και περιβλεψαμενος αυτους παντας εν οργη λεγει τω ανθρωπω εκτεινον την χειρα σου και εξετεινεν και απεκατεσταθη η χειρ αυτου ως και η αλλη και ελεγεν αυτοις οτι κυριος εστιν ο υιος του ανθρωπου και του σαββατου
Luk 6:11 αυτοι δε επλησθησαν ανοιας και διελογιζοντο προς αλληλους πως απολεσωσιν αυτον
Luk 6:12 εγενετο δε εν ταις ημεραις εκειναις εξελθειν αυτον εις το ορος και προσευχεσθαι και ην διανυκτερευων εν τη προσευχη
Luk 6:13 και οτε εγενετο ημερα εφωνησεν τους μαθητας αυτου και εκλεξαμενος απ αυτων 12 ους και αποστολους εκαλεσεν
Luk 6:14 πρωτον σιμωνα ον και πετρον επωνομασεν και ανδρεαν τον αδελφον αυτου και ιακωβον και ιωανην τον αδελφον αυτου ους επωνομασεν βοανηργες ο εστιν υιοι βροντης και φιλιππον και βαρθολομαιον
Luk 6:15 και μαθθαιον και θωμαν τον επικαλουμενον δυδυμον και ιακωβον τον του αλφαιου και σιμωνα τον καλουμενον ζηλωτην
Luk 6:16 και ιουδαν ιακωβου και ιουδαν σκαριωθ ος και εγενετο προδοτης
Luk 6:17 και καταβας μετ αυτων εστη επει τοπου πεδεινου και οχλος μαθητω_ αυτου και πληθος πολυ του λαου απο πασης ιουδαιας και αλλων πολεων εληλυθοτων ακουσαι αυτου και ιαθηναι απο των νοσων αυτων
Luk 6:18 και οι οχλουμενοι απο πνευματων ακαθαρτων εθεραπευοντο
Luk 6:19 και πας ο οχλος εζητει αψασθε αυτου οτι δυναμις παρ αυτου εξηρχετο και ιατο παντας
Luk 6:20 και ετι αρας τους οφθαλμους αυτου εις τους μαθητας ελεγεν μακαριοι οι πτωχοι οτι υμετερα εστιν η βασιλεια του θεου
Luk 6:21 μακαριοι οι πεινωντες νυν οτι χορτασθησεσθε
Luk 6:22 μακαριοι εστε οταν μεισησουσιν υμας οι ανθρωποι και οταν αφορισωσιν και εκβαλωσιν και ονιδισωσιν το ονομα υμω_ ως πονηρον ενεκεν του υιου του ανθρωπου
Luk 6:23 χαρητε εν εκεινη τη ημερα και σκιρτησατε οτι υμισθος υμων πολυς εν τω ουρανω κατα τα αυτα εποιουν τοις προφηταις οι πατερες αυτων
Luk 6:24 πλην ουαι υμειν τοις πλουσιοις υμων απεχετε την παρακλησιν υμων
Luk 6:25 ουαι υμειν οι ενπεπλησμενοι οτι πεινασετε ουαι υμειν οι γελωντες νυν οτι πενθησεται και κλαυσεται
Luk 6:26 ουαι υμειν οταν καλως υμειν ειπωσιν οι ανθρωποι κατα τα αυτα εποιουν τοις ψευδοπροφηταις οι πατερες αυτων
Luk 6:27 αλλα υμειν λεγω τοις ακουουσιν αγαπατε τους εχθρους υμων καλως ποιειτε τοις μεισουσιν υμας
Luk 6:28 ευλογειτε τους καταρωμενους υμας προσευχεσθε υπερ των επηρηαζοντων υμας
Luk 6:29 τω τυπτοντι σε εις την σιαγονα παρεχε αυτω και την αλλην και απο του αιροντος σου το ιματιον και τον χιτωνα μη κωλυσης
Luk 6:30 παντι δε τω αιτουντι σε διδου και απο του αιροντος τα σα μη απαιτει
Luk 6:31 και καθως θελετε ινα ποιωσιν υμειν οι ανθρωποι και υμεις ποιειτε αυτοις
Luk 6:32 και ει αγαπατε τους αγαπωντας υμας ποια υμειν χαρις εστιν και γαρ οι αμαρτωλοι τουτο ποιουσιν τους αγαπωντας αυτους αγαπωσιν
Luk 6:33 και ει αγαθοποιειτε τους αγαθοποιουντας υμας ποια χαρις υμειν εστιν και γαρ οι αμαρτωλοι τουτο ποιουσιν
Luk 6:34 καν δανιζετε παρ ων ελπιζεται απολαβειν ποια χαρις υμειν εστιν και γαρ αμαρτωλοι αμαρτωλοις δανιζουσιν ινα απολαβωσιν
Luk 6:35 πλην αγαπατε τους εχθρους υμων και αγαθοποιειτε και δανιζετε μηδεν αφελπιζοντες και εσται ο μισθος υμων πολυς και εσεσθαι υιοι υψιστου οτι αυτος χρηστος εστιν επι τους αχαριστους και πονηρους
Luk 6:36 γεινεσθε οικτιρμονες καθως και ο πατηρ υμων οικτειρμων εστιν
Luk 6:37 μη κρεινετε ινα μη κριθητε μη καταδικαζετε ινα μη καταδικασθητε απολυετε και απολυθησεσθαι
Luk 6:38 διδοτε και δοθησεται υμειν μετρον καλον σεσαλευμενον πεπιεσμενον υπερεκχυννομενον δωσουσιν εις τον κολμων υμων ω γαρ μετρω μετρειτε αντιμετρηθησεται υμειν
Luk 6:39 ελεγεν δε και παραβολην αυτοις μητι δυναται τυφλος τυφλον οδαγειν ουχι αμφοτεροι εις βοθυνον ενπεσουνται
Luk 6:40 ουκ εστιν μαθητης υπερ τον διδασκαλον κατηρτισμενος δε πας εσται ως ο διδασκαλος αυτου
Luk 6:41 τι δε βλεπεις το καρφος εν τω οφθαλμω του αδελφου σου την δε δοκον την εν τω σω οφθαλμω ου κατανοεις
Luk 6:42 η πως δυνασαι λεγειν τω αδελφω σου αφες εκβαλω το καρφος εκ του οφθαλμου σου και ιδου η δοκος εν τω σω οφθαλμω υποκειται υποκρειτα [ε]κβαλε πρωτον την δοκον εκ του οφθαλμου σου και τοτε διαβλεψεις εκβαλειν το καρφος εκ του οφθαλμου του αδελφου σου
Luk 6:43 ουκ εστιν δενδρον καλον ποιουν καρπους σαπρους ουδε δενδρον σαπρον ποιουν καρπους καλους
Luk 6:44 εκαστον δενδρον εκ του καρπου αυτου γεινωσκεται ου γαρ εκλεγονται εξ ακανθων συκα ουδε εκ βατου σταφυλην τρυγωσιν
Luk 6:45 ο αγαθος ανθρωπος εκ του αγαθου θησαυρου αυτου της καρδιας προφερει αγαθον και ο πονηρος εκ του πονηρου προφερει το πονηρον εκ γαρ περισσευματος καρδιας καλει το στομα αυτου
Luk 6:46 τι δε με λεγεται κυριε κυριε και ου ποιειτε α λεγω
Luk 6:47 πας ο ερχομενος προς με και ακουων μου των λογων και ποιων αυτους υποδειξω υμειν τινι εστιν ομοιος
Luk 6:48 ομοιος εστιν ανθρωπω οικοδομουντι οικειαν ος εσκαψεν και εβαθυνεν και εθηκεν θεμελιον επι την πετραν πλημυρας δε γενομενης προσερηξεν ο ποταμος τη οικεια κεινη και ουκ ισχυσεν σαλευσαι αυτην τεθεμελιωτο γαρ επι την πετραν
Luk 6:49 ο δε ακουσας και μη ποιησας ομοιος εστιν ανθρωπω οικοδομησαντι οικειαν επι την γην χωρις θεμελιου συνερηξεν ο ποταμος και συνεπεσεν και εγενετο το ρηγμα της οικειας εκεινης μεγα
Luk 7:1 και εγενετο οτε ετελεσεν ταυτα τα ρηματα λαλω_ ηλθεν εις καφαρναουμ
Luk 7:2 εκατονταρχου δε τινος τις κακως εχων ημελλεν τελευταν ος ην αυτω τιμειος
Luk 7:3 και ακουσας περι του ιησου απεστειλεν πρεσβυτερους των ιουδαιων ερωτων αυτον οπως ελθων διασωση τον δουλον αυτου
Luk 7:4 οι δε παραγενομενοι ηρωτων αυτον σπουδαιως λεγοντες οτι αξιος εστιν ω παρεξη τουτο
Luk 7:5 αγαπα γαρ το εθνος ημων και την συναγωγην αυτος οικοδομησεν ημειν
Luk 7:6 επορευετο δε μετ αυτων ο ιησους ηδη δε ου μακραν απεχοντος αυτου της οικειας επεμψε_ προς αυτον ο εκατονταρχος φιλους λεγων αυτω κυριε μη σκυλλου ου γαρ ειμι ικανος ινα μου υπο την στεγην εισελθης
Luk 7:7 αλλ ειπε λογω και ιαθησεται ο παις μου
Luk 7:8 και γαρ εγω ανθρωπος ειμι υπ εξουσιαν τασσομενος εχων υπ εμαυτον στρατιωτας και λεγω τουτω πορευου και πορευεται και αλλω ερχου και ερχεται και τω δουλω μου ποιησον τουτο και ποιει
Luk 7:9 ακουσας δε ταυτα ο ιησους εθαυμασεν και στραφεις ειπεν τω ακολουθουντι οχλω αμην λεγω υμειν ουδεποτε τοσαυτην πιστιν ευρον εν τω ισραηλ
Luk 7:10 και υποστρεψαντες εις οικον οι πεμφθεντες δουλοι ευρον τον ασθενουντα υγιαινοντα
Luk 7:11 και τη εξης επορευετο εις πολιν καλουμενην ναιν και συνεπορευοντο αυτω οι μαθηται αυτου και οχλος πολυς
Luk 7:12 εγενετο δε ως ηγγιζεν τη πυλη της πολεως εξεκομιζετο τεθνηκως υιος μονογενης τη μητρι αυτου χηρα ουση και πολυς οχλος της πολεως συνεληλυθι αυτη
Luk 7:13 ιδων δε ο ιησους εσπλαγχνισθη επ αυτη και ειπεν αυτη μη κλαιε
Luk 7:14 και προσελθων ηψατο της σορου οι δε βασταζοντες εστησαν και ειπεν νεανισκε νεανισκε σοι λεγω εγερθητι
Luk 7:15 και ανεκαθισεν ο νεκρος και ηρξατο λαλειν και εδωκεν αυτον τη μητρι αυτου
Luk 7:16 ελαβεν δε φοβος παντας και εδοξαζον τον θεον λεγοντες οτι προφητης μεγας εξηγερθη εν ημειν και οτι επεσκεψατο ο θεος τον λαον αυτου